Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριθʹ Παροικίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-15
Not analysed yet
Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Ἐπακούσας ὁ λόγος τοῦ προσευξαμένου κατὰ τό· ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι ,ἀποκρίνεται αὐτῷ καί φησιν· θάρσει, ὦ οὗτος, εἰδώς, ὅτι προστάτην καὶ ὑπέρμαχον ἔχεις δυνατὸν ὅπλοις χρώμενον ὑπὲρ σοῦ κατὰ τῶν σῶν πολεμίων· βέλη τε γὰρ ἠκόνησε κατ’ αὐτῶν καὶ ἄνθρακας ἡτοίμασεν ἐρημοποιούς, οἷς αὐτοὺς μετελεύσεται ἐν ταῖς κατ’ αὐτῶν τιμωρίαις. τί οὖν πλέον αἰτεῖς δοθῆναί σοι ἢ τί θέλεις προστεθῆναί σοι μετὰ τὴν τοσαύτην τοῦ δυνατοῦ κατὰ τῶν ἀσεβῶν παρασκευήν;