# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-17

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκαʹ Ἀγαθῶν εὐαγγέλια. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.3-17

Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραὴλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου. Ἔτι καὶ ταῦτα διδάσκουσι τὸν νέον λαὸν οἱ ἐκ τῆς Ἱερουσαλὴμ πρεσβύται λέγοντες· ἐπειδὴ πυνθάνεσθε, ὦ οὗτοι, τίς καὶ ποταπὴ τυγχάνει ἡ Ἱερουσαλὴμ καὶ ὁποία τίς ἐστιν ἡ πόλις ἡ μεγάλη καὶ διαβόητος, ἐφ’ ἣν ἔσπευδον αἱ ἀπὸ τῆς Αἰγύπτου διὰ Μωυσέος ἐξελθοῦσαι φυλαὶ τῶν ἡμετέρων προπατόρων – μετὰ γὰρ τὴν ἔρημον καὶ μετὰ τὴν εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας οὐδ’ ἑτέρα τις εὕρηται πόλις ἐπιτηδεία εἰς ἀφιέρωμα θεοῦ ἢ αὐτὴ μόνη, ἐφ’ ἣν ἀνέβαινον καὶ καθ’ ἑκάστην ἑορτὴν πᾶσαι αἱ φυλαὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ Ἰσραήλ . ἀνέβαινον δὲ ἐν αὐτῇ δι’ οὐδὲν ἕτερον ἢ ὑπὲρ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου, τουτέστιν εὐχαριστεῖν αὐτῷ ἢ καὶ τὰς αὐτῶν ἁμαρτίας ἐξαγορεύειν καὶ ἀξιοῦν ἀφέσεως τυχεῖν τῶν ἁμαρτημάτων. αὕτη ἐστὶν Ἱερουσαλὴμ ἡ μόνη βασιλική ποτε γενομένη πόλις, ἐν ᾗ θρόνοι ἐτέθησαν βασιλείας οὐκ ἄλλου τινὸς ἢ τοῦ Δαυὶδ καὶ τῶν διδόχων αὐτοῦ. θρόνοι δὲ ἦσαν ἐν αὐτῇ οὐ τυράννων ἀνδρῶν, ἀλλὰ νόμῳ καὶ δικαιοσύνῃ κρινόντων. ἀντὶ δὲ τοῦ μαρτύριον τοῦ Ἰσραὴλ σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν ἐκκλησία τῷ Ἰσραήλ · καὶ ἐν τῇ ἐκκλησίᾳ γὰρ αὐτοῦ θρόνοι τῆς αὐτοῦ διαδοχῆς ἐστηριγμένοι διαμένουσιν. ἐνταῦθα δὲ καὶ ἀνέβησαν αἱ τῆς τῶν ἐθνῶν κλήσεως φυλαὶ αἱ εἰς μαρτύριον τῷ Ἰσραήλ .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
