Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλβʹ Λαοῦ τελείου
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-25
Not analysed yet
Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Παράκειται δὲ τῷ Λιβάνῳ ,ἐφ’ ᾧ χιὼν συνάγεται πολλή, ἥντινα δρόσον ὁ λόγος ἐνταῦθα ὠνόμασεν. ἐπεὶ τοίνυν ἡ δρόσος ἐκείνη ἐκ πολλῶν συναγομένη σταγόνων ὑφ’ ἓν σωματοποιεῖται καὶ συμπνίγεται, εἰκότως τὴν ὁμόνοιαν καὶ συμφωνίαν τῆς ἐκκλησίας δι’ ἑτέρου παραδείγματος τῇ χιόνι παραβάλλει, ἀλλ’ οὐ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Ἀερμὼν ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών · ἵνα μὲν γὰρ νοήσωμεν τὸ μέγεθος τῆς χιόνος, τὸ Ἀερμὼν ὄρος παρείληφεν, ἵνα τοῦ κατὰ θεὸν πολιτεύματος τὴν συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον.