# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-36

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.3-36

Μέγας κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ὁ τρίτος στίχος ἀρχόμενος τῆς πρώτης συλλαβῆς τὸ στοιχεῖον ἀπὸ τοῦ Γιμὲλ περιέχει. καί μοι δοκεῖ ἐντεῦθεν ἀρχὴν ποιεῖσθαι τοῦ ὕμνου τὰ πρῶτα ὡς ἐν προοιμίῳ εἰπών. Μέγαν ἐροῦμεν τὸν θεὸν οὐκ αἰσθητῷ μεγέθει, ἐπεὶ μηδὲ τὴν ἀρχὴν ὑπὸ ποσόν ἐστιν· μεγάλα γὰρ καὶ μικρὰ λέγεται τὰ σώματα, ἐπεὶ πεπόσωται καὶ μέγεθος ἔχει. ὁ δὲ θεὸς ὢν ἀσώματος ἐκτὸς ὢν παντὸς ποσοῦ καὶ μεγέθους αἰσθητοῦ ἀνώτερός ἐστιν. μέγαν δέ φαμεν αὐτὸν ὑπεροχῇ δυνάμεως καὶ τιμιότητος οὐσίας τε καὶ ἐνεργείας. καὶ ὥσπερ ἡ περὶ τοῦ ἀγαπᾶν αὐτὸν ἐντολὴ μεγάλη καὶ πασῶν μείζων εἴρηται οὐκ ὄγκω καὶ μεγέθει σωματικῷ, ἀλλ’ ὑπεροχῇ ἀξίας τῷ πρὸς τὸν πάντων μείζονα ἀναφέρεσθαι, οὕτω καὶ αὐτὸς ὁ ἀγαπώμενος θεὸς ἀσυγκρίτως ὑπερβάλλων τὰ ἑαυτοῦ κτίσματα μέγας καὶ αἰνετός ἐστιν. ἀλλὰ καὶ ὑμνεῖσθαι ἄξιός ἐστι πάντων αἴτιος καὶ εὐεργέτης ὢν καὶ οὐ μόνον αἰνετός, ἀλλὰ καὶ σφόδρα. Δύναται δὲ τὸ σφόδρα καὶ ἐπὶ τὸ μέγαν αὐτὸν εἶναι ἀναφέρεσθαι. διὸ καὶ ἐπενήνεκται· καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. οὐκ ἔστι γὰρ ἀληθῶς καταλαβόντα τὴν μεγαλωσύνην αὐτοῦ στῆναι ὡς μηκέτι ὑπερβαλεῖν τὸ μεγέθος αὐτοῦ· ὅσον γάρ τις ἀντιλαμβάνεται τῆς μεγαλωσύνης αὐτοῦ, πάνυ ἀπολειπόμενον ἑαυτὸν ὁρᾷ τοῦ τεθεωρηκέναι τὴν ὑπεροχὴν αὐτοῦ. ὅθεν καὶ τούτῳ μᾶλλον ἔτι βεβαιούμεθα, μὴ αἰσθητῶς τὸ μέγεθος αὐτοῦ καὶ τὴν μεγαλωσύνην αὐτοῦ εἶναι· πᾶν γὰρ μέγεθος πεπέρανται καὶ πέρας ἔχει, ὡς παριστῶσιν οἱ περὶ ἀπείρου λόγοι. Εἴπερ οὖν καὶ ὁ θεὸς ὑπὸ σωματικὸν ἐτύγχανε μέγεθος, κἂν ὑπῆρχε πέρας τῆς μεγαλωσύνης αὐτοῦ. περατοῦται δὲ καὶ τὸ περινοούμενον τῇ νοήσει περιγραφόμενον καὶ περιοριζόμενον, ὡς καὶ παντὸς εἶναι τοιούτου πέρας. ἀλλ’ ἐπεὶ μὴ οἷόν τε θεὸν τῷ νῷ περιγράψαι ἀκαταλήπτου τυγχανούσης τῆς μεγαλωσύνης αὐτοῦ, εἰκότως εἴρηται σφόδρα μέγας εἶναι, ὡς μὴ εἶναι πέρας τῆς μεγαλωσύνης αὐτοῦ.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
