# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-37

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμεʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.3-37

Μὴ πεποίθατε ἐπ’ ἄρχοντας καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Ὅμοιον τό· ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον, ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ ἄρχοντας . τοῦτο δὲ παρίστησι διὰ συλλογισμοῦ· εἰ γὰρ αὐτοί, φησίν, ἑαυτοῖς περιποιήσασθαι σωτηρίαν οὐχ οἷοί τέ εἰσιν, τίς ἂν γένοιτο ἀπὸ τῶν τοιούτων ὠφέλεια ; οὐδὲ γὰρ δύνανται ἑαυτοὺς ἐξελέσθαι τοῦ θανάτου μετὰ τὸ τέλος· τὸ μὲν γὰρ τοῦ θνήσκοντος ἐξελεύσεται πνεῦμα ἔνθα ἂν ἀπάγῃ ὁ ἀπάγων, ὁ δὲ λοιπὸς ἄνθρωπος ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ νόμον φύσεως πληρῶν, ὃν ἐπέσκηψεν ἀρχῆθεν ὁ θεὸς τῷ Ἀδὰμ εἰπών· γῇ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ , οὗ λεγόμενον· οἱ λογισμοὶ πάντες, οὓς ἔτι περιὼν τῷ βίῳ συνήγαγε παρ’ ἑαυτῷ διανοούμενος καὶ ὥσπερ τις αἰώνιος συνάγων καὶ θησαυρίζων ἐπὶ γῆς ποιήσειν τε τὰ δεινὰ ἐπαγγελόμενος καὶ πάλιν ἑτέροις ἀπειλών, ὑπὸ μίαν ὥραν σβεσθήσονται, καὶ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν δηλαδὴ τῶν ἀρχόντων τῶν παρὰ πολλοῖς θαυμαζομένων.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
