# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3-9

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριʹ Εὐχαριστία Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.3-9

Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ. Σημαίνει δὲ διὰ τοῦ τῆς δικαιοσύνης ὀνόματος τὴν τοῦ σωτηρίου εὐαγγελίου δύναμιν, περὶ ἧς φησι ὁ ἀπόστολος· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται . τὸ γὰρ μηκέτι ἑνὶ ἔθνει τῶν Ἰουδαίων, ἀλλ’ ἐξ ἴσου πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι κεκηρύχθαι τὴν εἰς τὸν θεὸν ἐπιστροφὴν τῆς ἀνωτάτω δικαιοσύνης ἔργον ἦν. τοῦτο δὲ καὶ ἐξαίρετον ἦν αὐτοῦ ἔργον πεπληρωμένον πάσης καὶ μεγαλοπρεπείας καὶ δοξολογίας. διὸ καὶ ἡ πέμπτη ἔκδοσίς φησιν· δόξα καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ . Ἐπιλέγει δὲ τούτοις ἑξῆς· μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· τῶν γὰρ πάλαι διὰ τῶν προφητῶν προηγορευμένων μνείαν ποιησάμενος ὁ Χριστὸς ἔργοις ἐπλήρου τὰ προρρηθέντα· οὗτοι γὰρ θείῳ πνεύματι προὔλεγον θεσπίζοντες τὰ μέλλοντα ἔσεσθαι ὑπ’ αὐτοῦ, προορῶντες αὐτοῦ τὰ θαυμάσια. αὐτίκα γοῦν φησι Ἡσαΐας · καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραήλ. καὶ πάλιν· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων , καὶ ὅσα τοιαῦτα ἐν ταῖς προφητείαις μὲν εἴρηται. μνείαν δὲ τούτων ὁ Χριστὸς ἐποιήσατο τῶν θαυμασίων ἔργοις ἐπιτελῶν τὰ προηγορευμένα.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
