Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3.1
Not analysed yet
Τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Τίνες εἰσὶν αἱ τοῦ κυρίου ἀνταποδόσεις καὶ πῶς ἡμᾶς εὐηργέτησε, λέγω δὴ τοὺς ἐξ ἐθνῶν αὐτῷ προκεκληρωμένους, ἀκολούθως διδάσκει· προειπὼν γὰρ καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ ,καταλέγει ταύτας ἑξῆς. Πρῶτον μὲν οὖν φησιν· ἐπὶ ταῖς πραχθείσαις σοι ἀνομίαις, ὦ ψυχή, ἃς πάλαι πρότερον ἀλλοτρία τυγχάνουσα τοῦ νόμου τοῦ θεοῦ καὶ ἐν πλάνῃ ἐξεταζομένη τῆς δαιμονικῆς εἰδωλολατρείας διεπράξω, αὐτὸς ἑαυτῷ ὁ κύριος ἰάσατό σε. καὶ προλαβὼν πᾶσαν ἱκετηρίαν καὶ πᾶσαν εὐχὴν καὶ πᾶσαν δέησιν τὰ ἐν ἀγνοίᾳ πραχθέντα σοι, ὅτε τὸν ἄνομον μετῄεις βίον, ἀνῆκεν ἄφεσίν σοι δοὺς ἁπάντων τῶν προτέρων ἀνομημάτων καὶ ταύτην σοι δοὺς οὐκ ἄλλως ἢ διὰ τοῦ ἱλασμοῦ ἑαυτοῦ, περὶ οὗ λέλεκται· ὃν προσέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι ,καὶ πάλιν· ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν Ἰησοῦν Χριστὸν δίκαιον. καὶ αὐτός ἐστιν ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, οὐχ ὑπὲρ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου . Ἔπειτα μετὰ τὸ ἀφέσεως τυχεῖν ἀνομιῶν καὶ τῆς αὐτοῦ κλήσεως καὶ μερίδος καταξιῶσαί σε, ὁπότε διὰ τὸ ἐν θνητῷ βίῳ ἐξετάζεσθαι συνέβη σε νοσεῖν, ὦ ψυχή, ἐν ἀσθενείαις περιπίπτειν ὑπολισθήσασαν τοῖς ἀνθρωπίνοις πάθεσιν, καὶ ταύτας τὰς νόσους ὁ σὸς οὐ μόνον κύριος, ἀλλὰ καὶ σωτὴρ ἰάσατο καὶ ἐθεράπευσε λογικοῖς καὶ σωτηρίοις αὐτοῦ φαρμάκοις τοῖς ἐν ταῖς θείαις αὐτοῦ γραφαῖς καταβεβλημένοις. Καὶ τρίτον ἐπὶ τούτοις τὴν ζωήν σου μέλλουσαν χωρεῖν εἰς φθορὰν καὶ καταπίνεσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ ψυχὴ ἡ ἁμάρτουσα αὕτη ἀποθανεῖται ,ἀκόλουθα πάλιν τῷ αὐτοῦ πράττων ἐλέῳ ὁ τῶν ὅλων θεός, λύτρα δοὺς ὑπὲρ σοῦ τῷ θανάτῳ τὸ αἵμα τοῦ ἰδίου παιδὸς ἐλυτρώσατό σε. λυτρωσάμενος δὲ τῆς φθορᾶς καιρῷ ποτε τὴν ἀφθαρσίαν ἐνδύσει σε, εἶτα καὶ στεφανώσει ὡς δεῖ δυναμένην λέγειν· τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος . Ἐπειδὴ δὲ καὶ μετὰ πάντα ταῦτα ἄλλη τις αὐτῇ περιλείπεται ἐλπὶς ἡ τῆς ἀναστάσεως, διὰ τοῦτο ἐπιφέρεται πᾶσι τὸ ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου, ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποτιθεμένην ἄνθρωπον ,τὸν δὲ νέον ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτίσαντος ἀναλαμβάνουσαν. οὕτως δέ, φησίν, ἡ νεότης σου ἀνακαινισθήσεται ὡς μηδέποτε παλαιοῦσθαι μηδὲ εἰς φθορὰν αὖθις χωρεῖν, ἀεὶ δὲ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ. ἐπειδὴ ἀετὸς πάντων ὀρνέων ἐστὶ τὸ βασιλικώτατον, ἀλλὰ καὶ ὑψιπετέστατον μόνον τε ζῴων ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸν καὶ ἀτενὲς ἀφορᾶν αὐτῷ, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς πτῆσιν τόν τε βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον ἀετοῦ φύσει παρέβαλεν. τούτων οὖν ἁπάντων μὴ ἐπιλανθάνου ,φησίν, ὦ ψυχή, ἀλλ’ ἐφ’ ἑκάστῳ τὴν προσήκουσαν ἀποδίδου τῷ κυρίῳ εὐλογίαν τε καὶ εὐχαριστίαν.