# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.3.1-2

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκζʹ Κλῆσις ἐθνῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.3.1-2

Eὐλογήσαι σε κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ὁ ἐν ἀρχῇ προκοπῆς τυγχάνων, οὗτος δέ ἐστιν ὁ φοβούμενος τὸν κύριον ,οὔπω εἶδε τὰ ἀγαθὰ Ἱερουσαλήμ . διόπερ ἐπεύχεται αὐτῷ ὁ λόγος προκόψαι ποτέ, ὡς ἐν κρείττοσι γενόμενον καταξιωθῆναι τῆς τούτων θέας. τίνα δέ ἐστι ταῦτα, ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη , καὶ τὰ ἑξῆς. τὰ δὲ περὶ τῆς ἄνω Ἱερουσαλὴμ καὶ τῆς οὐρανίου Σιὼν ἐδίδασκεν ὁ ἀπόστολος εἰπών· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν , καί· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ . ἀνάγκη δὲ πάντα τὸν βουλόμενον πιστεύειν τῇ γραφῇ τοῦτον ἐκδέχεσθαι τὰ προκείμενα τὸν τρόπον· ἢ γάρ, ἂν ἄλλως, ψευδὴς δεχθήσεται ὁ λόγος διὰ τὸ ἠριπῶσθαι μὲν τὰ Ἱεροσόλυμα κατὰ τὸν παρόντα καιρόν, ἠφανίσθαι δὲ τὴν Σιών· πῶς γὰρ ἄλλως τις ὄψεται τὰ ἀγαθὰ Ἱερουσαλὴμ ἢ πῶς ἐκ Σιών τις εὐλογηθήσεται τοσούτων μὲν ὑπαρχόντων καθ’ ἑκάστην γενεὰν ἐν ἀνθρώποις τῶν φοβουμένων τὸν κύριον, ἠφανισμένων δὲ τῶν δηλουμένων τόπων; ἢ γὰρ οὐδεὶς φοβεῖται νῦν τὸν κύριον διὰ τὸ μὴ συνεστάναι τοὺς τόπους καὶ ψεύδεται τὸ λόγιον, ἢ εἰ τοῦτο ἀληθὲς τυγχάνει, ὥσπερ οὖν ἐστιν ἀληθές, ἀκόλουθόν ἐστι πάντας τοὺς κατὰ γενεὰν φοβουμένους τὸν κύριον μὴ ἐκπίπτειν τῶν ἐπαγγελιῶν. Αὐτάρκης δέ ἐστιν ἡ θέα εἰς ἀποπλήρωσιν τῆς τῶν ἀγαθῶν μετουσίας. διὸ λέλεκται· καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ , ὥστε παρίστασθαι διὰ τούτων τὸ τῆς ἀρετῆς τέλος ἐπὶ θεωρίαν ἀπολήγειν. πλὴν ἀλλὰ καὶ τὸν παρόντα βίον καὶ τὴν ἑνεστῶσαν ζωὴν πᾶν τὸ σύστημα τοῦ λαοῦ τοῦ θεοῦ δύναται λέγεσθαι Ἰσραήλ, ὡς κατὰ τοῦτον τὸν λόγον καὶ ἐπὶ γῆς νῦν συνεστάναι τὴν Ἱερουσαλήμ, πάλαι μὲν διὰ τῶν ἐν τῷ προτέρῳ λαῷ κατὰ θεὸν πολιτευομένων, νυνὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας. Ὁ τοίνυν φοβούμενος τὸν κύριον , τουτέστιν ὁ ἐν εἰσαγωγῇ τυγχάνων καὶ ἐν ἀρχαῖς τῶν μακαρισμῶν, εὐχῆς καταξιοῦται εἰς τὸ τυχεῖν τῆς εὐλογίας παρὰ τοῦ κυρίου τοῦ κατοικοῦντος ἐν τῇ νοητῇ Σιών , ὥστε προκόψαι ποτὲ καὶ θεάσασθαι τὰ ἀγαθὰ τῆς ἐκκλησίας πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ἄθλιος γὰρ ὁ χρόνῳ μέν τινι καταξιωθεὶς αὐτῶν, μετὰ δὲ ταῦτα ἐκπίπτων καὶ μὴ πάσας τὰς ἡμέρας τῆς ἑαυτοῦ ζωῆς ἐν τοῖς ἀγαθοῖς τῆς ἐκκλησίας γινόμενος. ὁ δὲ τῆς εὐλογίας μεταλαμβάνων προκόψας τῇ κατὰ θεὸν προκοπῇ ὄψεται υἱοὺς υἱῶν τῶν ὑπ’ αὐτοῦ προηγουμένων ἐν θεοσεβείᾳ διαδόχους, ἀλλ’ οὐχὶ καὶ μαθητὰς θεώμενος. Ἕξει δὲ καὶ τὴν τούτων μητέρα κοινωνὸν ὥσπερ καὶ σύζυγον, δηλαδὴ τὴν ἐκκλησίαν, ὡς ἄμπελον εὐθηνοῦσαν ἐκ τῆς ἑαυτοῦ γεωργίας καὶ ἐν πᾶσιν ὄψεται εἰρήνην ἐπὶ τὸν ἀληθινὸν Ἰσραήλ . περὶ οὗ φησιν ὁ θεῖος ἀπόστολος· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος καὶ οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας, οὐ γράμματι, ἀλλὰ πνεύματι θεοῦ, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
