# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-12

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.4-12

Ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος. κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ ἄρχοντας. Συναγαγὼν τὰ προδηλωθέντα τάγματα καὶ ἓν σῶμα ἀπεργαζόμενος καὶ λαὸν ἕνα διδάσκει τοῦτον παρασκευάζεσθαι εἰς θλίψεις μετὰ τοῦ ἀκριβῶς εἰδέναι, ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα. ἡ δὲ ἐλπὶς οὐ καταισχύνει . διόπερ λέγειν διδάσκεται ὁ Χριστοῦ λαός· ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν κύριον, καὶ ἐγένετό μοι εἰς πλατυσμόν· εἰ γὰρ καὶ τὰ μάλιστα τὴν στενὴν καὶ τεθλιμμένην ὥδευεν, ἀλλ’ ἐπιρρίψας ἑαυτὸν ταῖς πρὸς τὸν κύριον εὐχαῖς αὐτὸν εὗρε τὸν κύριον πλατυσμὸν αὐτῷ γενόμενον, ὡς ἐξ ἑτέρου μὲν μέρους τοῦ κατὰ τὸν ἀνθρώπινον βίον τὴν στενὴν αὐτὸν ὁδεύειν καὶ τεθλιμμένην καὶ διὰ τοῦτο λέγειν· ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν κύριον, ἐκ δὲ θατέρου μέρους πλατυσμὸν ἔχειν καὶ εὐρυχωρίαν αὐτὸν τὸν κύριον. διό φησιν ὁ Σύμμαχος· καὶ ἐπήκουσέ μου εἰς εὐρυχωρίαν. Ἔτι διδάσκεται ὁ Χριστοῦ λαὸς προσδοκᾶν μὲν ἐπιβουλὰς ἀνθρώπων, μὴ πτήσσειν δὲ αὐτὰς μηδὲ ἀγωνιᾶν, ἀλλὰ λέγειν· κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος. κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου τοὺς δι’ οὐδὲν ἕτερον γενομένους ἐχθροὺς τῷ λαῷ τοῦ θεοῦ ἢ διὰ τὴν εὐσεβῆ γνῶσιν καὶ τὴν κατὰ θεὸν πολιτείαν. ἐχθροὺς δὲ λεκτέον ἀνθρώπους αἰσθητούς τε καὶ νοητοὺς ἀσεβεῖς τε καὶ δαίμονας πονηρούς.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
