# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-2

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.4-2

Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Tὸν νέον λαὸν τὸν κατὰ θεὸν κτιζόμενον καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συστᾶσαν νέαν γενεάν , ἐπὶ τὴν μάθησιν ἡμᾶς ὁ λόγος ἀνάγει τῆς παλαιᾶς ἱστορίας φάσκων· εἰ βούλει πεισθῆναι καὶ μαρτυρίας λαβεῖν τῶν προειρημένων, ἔντυχε τοῖς Mωσέως γράμμασιν· ἐξ αὐτῶν γὰρ μαθήσῃ, ὡς ἕκαστα τῶν δεδηλωμένων ἀληθῆ τυγχάνει· καὶ γὰρ ταῖς ἀνομίαις τοῦ ἐν Aἰγύπτῳ τυγχάνοντος λαοῦ ἵλεως γέγονε, καὶ τὰς νόσους αὐτῶν ἰάσατο, ὥστε λέγεσθαι· καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν . ἔτι δὲ καὶ τῆς ἐν Αἰγύπτῳ φθορᾶς τῆς κατὰ τὴν αἰγυπτιακὴν εἰδωλολατρείαν αὐτοὺς ἐλυτρώσατο νίκης τε καὶ στεφάνων αὐτοὺς κατὰ τῶν Αἰγυπτίων ἠξίωσεν ἐνέπλησέ τε αὐτῶν τὴν ἐπιθυμίαν ἀγαθῶν ἐν ἐλευθερίᾳ ζῆν αὐτοὺς καταξιώσας καὶ θείων διδασκαλίων τροφῆς τε περὶ ἧς εἴρηται· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος · ταύτας γὰρ τὰς ὁδοὺς τοῦ θεοῦ πρῶτος Μωυσῆς ἐδίδαξε γνωρίσαντος αὐτῷ τοῦ θεοῦ. καὶ πάντες γε οἱ υἱοὶ Ἰσραὴλ αὐτὰ δὴ ταῦτα πάλαι πρότερον ἐπαιδεύοντο τοῦ κυρίου διὰ τῆς Μωυσέως γραφῆς τὰ θελήματα αὐτοῦ διδάσκοντος αὐτούς. ἐκ τῆς αὐτῆς δὲ Μωυσέως γραφῆς μαθήσῃ, ὁποῖα κρίματα παρέσχε τοῖς ἀδικουμένοις· κρίσει γὰρ δικαίᾳ μετῆλθε τοὺς Αἰγυπτίους πληγαῖς θεηλάτοις κολάσας αὐτοὺς ὑπὲρ τῶν παρ’ αὐτῶν ἠδικημένων υἱῶν Ἰσραήλ . καὶ ἄλλα δ’ ἂν εὕροις ἐκ τῆς Μωυσέως γραφῆς τούτοις παραπλήσια, ἅπερ ὁ νέος λαὸς προστάττεται μανθάνειν ἅτε μὴ πρότερον αὐτὰ ἐπιστάμενος.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
