# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-26

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμʹ Προσευχὴ τοῦ κατὰ θεὸν τελείου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.4-26

θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Ὡς ἂν καθαρὰν φωνὴν ἐσχηκὼς ἱκετεύει τὸν θεὸν δίκην παραθήκης φυλάξαι αὐτῷ τὸ κατόρθωμα. ἀλλὰ καὶ θύραν περιοχῆς ἀξιοῖ τοῖς χείλεσιν αὐτοῦ ἐπιβληθῆναι, ἵνα μὴ ὁ κατὰ διάνοιαν αὐτοῦ θησαυρὸς ἀποσυληθῇ ἢ ἀποπέσῃ προπετέστερόν ποτε φθεγξαμένου, ἃ μὴ δεῖ. οὕτω δὴ μέγα ἡγεῖτο τὸ δυνηθῆναι κρατεῖν γλώττης, ὡς παρ’ αὐτοῦ τοῦ θεοῦ τὴν φυλακὴν αἰτεῖσθαι. Καὶ τὰ μὲν περὶ στόματος καὶ χειλέων τοῦτον ἠκρίβωται αὐτῷ τὸν τρόπον. πάλιν δὲ περὶ τῶν κατὰ διάνοιαν προσθήσει φάσκων· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τουτέστι μὴ συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἁπαξαπλῶς κατασκευασθεῖσάν μου διάνοιαν. ἀντὶ δὲ τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις ὁ Σύμμαχος ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων· σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος σαφέστερον ἑρμήνευσεν εἰπών· σὺν ἀνθρώποις ἐργαζομένοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν · οὐκ ἔσομαι γάρ, φησίν, ἅμα τούτοις, ἐὰν σύ, κύριε, φυλακὴν τῷ στόματί μου θείης καὶ τὸν προκατασκευασθέντα μοι θησαυρὸν διατηρήσῃς.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
