Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-30
Not analysed yet
Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Ταῦτα πάντα ἡγοῦμαι λέγεσθαι οὐ περὶ πάντων ἁπλῶς ἀνθρώπων οὐδὲ περὶ πάσης ἁπλῶς γενεᾶς · πῶς γὰρ οἷόν τε εἰς τοὺς μὴ εἰδότας θεόν, δαίμοσι δὲ πονηροῖς καταδεδουλωμένους ἀναφέρεσθαι; ἐπεὶ τοίνυν σπανία τις αὕτη ἡ γενεὰ ἡ δυναμένη ἐπαινεῖν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ἑξῆς ποιεῖν τὰ προειρημένα, εἰκότως προφητεύει ταῦτα περὶ τῶν καθ’ ἑκάστην γενεὰν ἀφορισμένων τῇ τοῦ θεοῦ λατρείᾳ καὶ σχολαζόντων, ὥστ’ ἂν εἰπεῖν ἐπὶ μὲν τοῦ προτέρου λαοῦ οὐ τὸ πᾶν ἁπλῶς, ἀλλὰ τῶν θεοφιλῶν καὶ δικαίων ἀνδρῶν μόνων τὸ γένος δηλοῦσθαι καὶ μετὰ τὴν ἐκείνων τελευτὴν τῆς ἐξ ἐθνῶν ἐκκλησίας πάλιν οὐ τὸ πλῆθος, ἀλλ’ αὐτοὺς τοὺς ἐκκρίτους καὶ δοκίμους καὶ αὐτῷ ἀνακειμένους διὰ τούτων θεσπίζεσθαι, οἵτινες, ἵνα συνελὼν εἴπω, πρῶτον μὲν ἐπαινοῦσι τὰ ἔργα τοῦ θεοῦ ἅτε δὴ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν θεωροῦντες ,εἶτα οὐ μέχρις ἑαυτῶν ἱστῶντες τὴν ὠφέλειαν καὶ εἰς ἑτέρους ταύτην ἀπαγγέλλουσι διδάσκοντες πάντας τοὺς πλησιάζοντας ὁμοίως αὐτοῖς ἐπαινεῖν τὰ ἔργα αὐτοῦ, ὑπερβάντες δὲ τὰ ἔργα καὶ προκόπτοντες τῇ διανοίᾳ ἐπὶ φαντασίαν τῆς ἀγεννήτου φύσεως ἀνίασι καὶ ὁρῶντες, ὅπως ὑπὸ τῶν θείων δυνάμεων θεολογούμενος ἅγιος ἅγιος ἅγιος κύριος σαβαὼθ ἐπωνόμασται, τοῦτ’ αὐτὸ καὶ αὐτοὶ διὰ στόματος φέρειν διδάσκονται. διό φησιν· τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι . Μεταστάντες δὲ καὶ ἀπὸ ταύτης τῆς θεολογίας τὰς θαυματουργίας τοῦ θεοῦ τὰς παραδόξους καταριθμοῦνται τοῖς μὴ εἰδόσι ταύτας διηγούμενοι ,οἷον ὅσα πέπρακται ἐπὶ τοῦ προτέρου λαοῦ καὶ ὅσα ἐπὶ τῆς καινῆς διαθήκης, ἃ δὴ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Ἀλλ’ ἐπειδὴ τῶν περὶ ἀνθρώπους αὐτοῦ πράξεων τὰ μὲν εἰς εὐεργεσίας τῶν ἀνθρώπων ἐπιτελεῖται, τὰ δ’ ἐπὶ τιμωρίᾳ τῶν πονηρῶν, ὥσπερ αἱ κατ’ Αἰγυπτίων μάστιγες καὶ αἱ κατὰ τοῦ Φαραὼ καὶ ὅσα ἄλλα τοιαῦτα, εἰκότως περὶ μὲν τῶν εὐεργεσιῶν λέλεκται· καὶ τὰ θαυμάσιά σου διηγήσονται ,περὶ δὲ τῶν κατὰ τῶν ἀσεβῶν τιμωριῶν· καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται . Ἐπεὶ δὲ πολὺ τὸ πλῆθος τῆς χρηστότητος τοῦ θεοῦ τυγχάνει, ὡς καὶ τοὺς ἀσεβεῖς καὶ τοὺς ἁμαρτωλοὺς μετέχειν αὐτοῦ ἀπολαύοντας τοῦ ἐλέου καὶ τῆς φιλανθρωπίας τοῦ θεοῦ, ὑπερεκπληττόμενοι καὶ ταύτην τὴν ἀρετήν, δι’ ἧς καὶ τοὺς ἁμαρτωλοὺς μνηστεύεται, μνημονεύουσι καὶ ταύτης ἐν τῷ ὕμνῳ. διὸ λέλεκται· μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται ἢ κατὰ τὸν Ἀκύλαν ἀνομβρήσουσιν ἢ κατὰ τὸν Σύμμαχον ἀναβλύσουσιν . Ἀγαθὰ δὲ ἑαυτοῖς συνειδότες καὶ τὸ κατ’ ἀξίαν ἀπολήψεσθαι παρ’ αὐτοῦ κατὰ τὸν δικαίου λόγον ποθοῦντες αὐτῇ τῇ δικαιοσύνῃ αὐτοῦ ἀγαλλιάσονται· εἰ γὰρ καὶ ἐπὶ τοὺς ἀναξίους ἡ μνήμη τῆς χρηστότητος αὐτοῦ διήκει, τί χρὴ λογίζεσθαι περὶ τῶν ἀξίων; διόπερ ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ ἀγαλλιάσονται.