Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμεʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-31
Not analysed yet
Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. Σφόδρα ἐμφαντικώτατα διὰ τῶν δημιουργημάτων καὶ τῶν τῆς κτίσεως μερῶν τὸ διαρκὲς καὶ ἄπειρον τῆς τοῦ θεοῦ ζωῆς διὰ συλλογισμοῦ δείκνυσι πρὸς ἀντιδιαστολὴν τῶν πρὸ τούτου λεγομένων περὶ τῆς θνητῆς τῶν ἀνθρώπων φύσεως· ἄρχων μὲν γὰρ ἐν ἀνθρώποις ἀνὴρ τοῦ χρεὼν ἐπιστάντος διαλύεται, ὁ δὲ θεός, ἐφ’ ὃν πεποιθέναι χρή, ἐπ’ ἄπειρον αἰῶνα διαμένει. τούτου ἀπόδειξις ἡ τῶν ἔργων αὐτοῦ παραμονὴ καὶ τὸ ἑστάναι ἀεὶ καὶ φυλάττειν τὴν ἑαυτῶν τάξιν τὰ δημιουργήματα· οὐρανός τε γὰρ ὅμοιος ἑαυτῷ καὶ τὰ ἐν οὐρανῷ πάντα διαπαντὸς μένει καὶ γῆ πάλιν ὡσαύτως καὶ τὰ ἐν αὐτῇ τὸν πάντα συνειστήκει αἰῶνα θάλαττά τε καὶ τὰ ἐν αὐτῇ. εἰ δὴ οὖν τὰ δημιουργήματα καὶ τοῦ ποιητοῦ τὰ ἔργα τοιαῦτα τυγχάνει ὡς εἰς τὸν αἰῶνα μένειν καὶ μὴ ἀποπίπτειν μηδὲ συγχεῖσθαι τῆς ἅπαξ ὁρισθείσης αὐτοῖς διακοσμήσεως, τὶ χρὴ νοεῖν περὶ τοῦ ταῦθ’ οὕτω συστησαμένου καὶ διακοσμήσαντος; μακάριος οὖν ὁ ἐπ’ ἐκεῖνον πᾶσαν τὴν αὐτοῦ πεποίθησιν καὶ πᾶσαν τὴν ἐλπίδα ἀναρτησάμενος.