# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-33

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμζʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.4-33

Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτα, πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Τίς γάρ, φησίν, ἐστὶν οὗτος ὁ τὴν ὑγρὰν καὶ ῥευστὴν οὐσίαν μεταβαλὼν καὶ πήξας εἰς χιόνος ἰδέαν; τίς δὲ ὁ τὴν χιόνα ἐρίου δίκην ἁπαλύνας ὡς ἀψοφητὶ καὶ πράως φέρεσθαι ἐπὶ τὴν γῆν καίπερ ἐξ ὕδατος βαρέος καὶ κατωφεροῦς στοιχείου συνεστῶσαν; τίς δὲ ὁ τὴν αὐτὴν φύσιν ἐφ’ ἕτερον ἀλλοιώσας σχῆμα, οὐκέτι μὲν πήξας εἰς χιόνα οὐδὲ ὡς ἔριον μεταβαλών, εἰς ὁμίχλην δὲ αὐτὴν ἀλλοιώσας; ὡς σποδοῦ δίκην καταπάσσεσθαι εἰς τὸν πάντα πληροῦν ἀέρα ὡς πολλάκις μηδὲ τοὺς πλησίον ἀλλήλων ἑστῶτας ἑαυτοὺς ὁρᾶν διὰ τὴν περικεχυμένην αὐτοῖς ὁμίχλην; τίς δὲ πάλιν ὁ ἐκ τῆς αὐτῆς ὑγρᾶς οὐσίας τοὐναντίον ἐργασάμενος τῇ ὁμίχλῃ καὶ τῇ χιόνι; μεταβαλὼν γὰρ κρύσταλλον ἀπειργάσατο ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου. πῆξις δέ ἐστιν ὑδάτων ὁ κρύσταλλος, ἀφ’ ἧς δίκην ψωμῶν συνίσταται καὶ καταπήγνυται ἡ αὐτὴ τῶν ὑδάτων φύσις. τούτων δ’ ἁπάντων ὁμοῦ τε ἀθρόως καὶ ἰδίως ἑκάστου τίς ἂν δειχθείη αἴτιος καὶ τίνα χρὴ ἐφ’ ἑκάστου θαυμάζειν ἢ τὸν τῶν ὅλων δημιουργόν; πάντα γὰρ τὰ ἐν κόσμῳ ἄλλοτε ἄλλως μετασχηματιζόμενα καὶ τὴν οἰκείαν ἐξαλλάσσοντα φύσιν οὐκ ἄλλως κατασκευάζεται ἢ ὑπὸ τοῦ λόγου τοῦ θεοῦ, δι’ ὃν καὶ ἡ χιὼν ὡς ἔριον μεταβάλλεται καὶ ἡ ὀμίχλη ὡς σποδὸς γίνεται καὶ ὁ κρύσταλλος ὡς ψωμὸς πήγνυται καὶ πάλιν πἄντα ἀθρόως τακέντα λύεται καὶ τὴν οἰκείαν ἀπολάμβανει φύσιν ὕδατα γινόμενα.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
