# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-9

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριʹ Εὐχαριστία Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.4-9

Ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν, μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. Καὶ τί χρὴ λέγειν, ὅπως τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν ὁ δωρητικὸς ἀληθῶς καὶ οἰκτίρμων καὶ ἐλεήμων θεὸς αὐτὸν τὸν ἄρτον τὸν ἐπουράνιον τὸν χριστὸν αὐτοῦ δωρησάμενος ἀνθρώποις, ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν τότε μὲν τὰ πλήθη ἐπὶ τῆς ἐρήμου θρέψας, τότε δὲ τοῖς αὐτοῦ μαθηταῖς τὸν τῆς καινῆς διαθήκης μυστικὸν ἄρτον μεταδοὺς καὶ εἰπὼν αὐτοῖς· λάβετε, φάγετε. τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον ; τί δεῖ λέγειν, ὡς οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἁπαξαπλῶς εἰσέτι καὶ νῦν καθ’ ὅλης τῆς οἰκουμένης τοῖς φοβουμένοις αὐτὸν τροφὴν παντοίαν δίδωσι πνεύματι μὲν θείῳ τρέφων τὰς τῶν εἰς αὐτὸν πιστευόντων ψυχάς, ταῖς δ’ ἐνθέοις διδασκαλίαις αὐτοῦ στηρίζων αὐτάς; Ὥσπερ δὲ ἀνωτέρω εἴρηται· μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ , οὕτω καὶ νῦν λέλεκται· μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. ποίας δὲ ταύτης ἢ δηλαδὴ ἧς ἐπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ περὶ τῆς τῶν ἐθνῶν κλήσεως; διὸ μὴ μνημονεύσας τῶν ἑαυτοῦ ἐπαγγελιῶν διαθήκην ἔδωκε τοῖς φοβουμένοις αὐτόν, δηλαδὴ τοῖς ἀποστόλοις αὐτοῦ. Τούτοις δὴ αὐτοῖς καὶ ἀνήγγειλε τὴν ἰσχὺν τῶν ἔργων αὐτοῦ παιδεύων αὐτοὺς εἰς τὸ γινώσκειν τοὺς λόγους τῆς δυνάμεως, δι’ ὧν ἀποτελεῖ τὰ ἔργα τά τε ἄλλα καὶ δὴ καὶ τὰ τῆς ἐθνῶν κλήσεως, ἥντινα αὐτοῖς ἐδωρεῖτο. δι’ ὧν σαφῶς παρίστανται, ὡς ἄρα ἡ πᾶσα τοῦ σωτῆρος ἡμῶν εὐχαριστία ἡ διὰ τῶν προκειμένων ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ σωτηρίας ἀνεπέμπετο ὑπ’ αὐτοῦ τῷ ἑαυτοῦ πατρί.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
