# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-10

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριʹ Εὐχαριστία Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.5-10

Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Καὶ ταῦτα τῆς καινῆς διαθήκης οἰκεῖα τυγχάνει ἁρμόζοντα τῇ εἰσαγωγῇ καὶ τῇ στοιχειώσει τῆς εὐαγγελικῆς διδασκαλίας. τίνα δὲ ταῦτα ἀλλ’ ἢ τὸ γνῶναι ἡμᾶς καὶ μαθεῖν, ὅτι τὰ τῆς καινῆς διαθήκης ἔργα οὐκ ἦσαν ἐν τύποις καὶ σκιαῖς καὶ συμβόλοις οἷα τὰ παρὰ Μωυσῇ , ἀλλ’ ἀλήθεια ἦν τὰ ἔργα αὐτοῦ; διὸ λέλεκται· ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο . πρὸς δὲ τῇ ἀληθείᾳ καὶ κρίσις ἦν τὰ ἔργα τοῦ σωτῆρος ἡμῶν. διὸ εἴρηται ἐν Ἡσαΐᾳ περὶ αὐτοῦ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφῦν καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς . Καὶ ἐπειδήπερ οὐκ ἐξ ἔργων νόμου οἱ τοῦ εὐαγγελίου μαθηταί, ἀλλ’ ἐξ ἀκοῆς πίστεως τῆς σωτηρίας καταξιοῦνται κατὰ τὸν ἱερὸν ἀπόστολον, εἰκότως καὶ ἐνταῦθα λέλεκται· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Εἶτα ἐπειδὴ αἱ Μωυσέως ἐντολαὶ πρόσκαιροι γεγόνασιν, αἱ δὲ τοῦ εὐαγγελίου διαρκεῖς οὐκ εἰς τὸν παρόντα μόνον αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα διαμένουσαι, εἰκότως λέλεκται· ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ πάλιν πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι· ὡς γὰρ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἀλήθεια ἦν καὶ κρίσις, οὕτως καὶ αἱ ἐντολαὶ αὐτοῦ ὑπὸ τῶν αὐτοῦ μαθητῶν ἐν ἀληθείᾳ καὶ εὐθύτητι τελειοῦνται.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
