# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-13

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.5-13

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. Προσδοκᾶν δὲ δεῖ, μὴ ἅπαξ πολεμηθέντας παύσασθαι καὶ λοιπὸν ἀνάπαυσιν κτήσασθαι κατὰ τὸν παρόντα βίον, ἀλλὰ καὶ δεύτερον διωχθήσεσθαι, μὴ ἀποναρκᾶν δὲ μηδ’ ἐξατονεῖν, ἀλλ’ ἐπιμένειν τῇ πεποιθήσει τοῦ ὀνόματος, οὗ ἕνεκεν τοὺς διωγμοὺς ὑπομένουσιν, καὶ δεύτερον λέγειν· κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι κυρίου ἡμυνάμην αὐτούς. εἰ δὲ καὶ τρίτον ἐπιμένοιεν πολεμοῦντες οἱ ἐχθροὶ τὸν Χριστοῦ λαόν, θαρσεῖν προσήκει καὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι δίκην μελίττης τίσαιντο τὸ κέντρον ἐνιείσης καὶ παραχρῆμα ἀπολλυμένης· τοῦτο γὰρ πάσχει τὸ μελιττῶν γένος. τὸν αὐτὸν τρόπον διὰ τῆς ἑαυτῶν κακίας οἱ πολέμιοι ἑαυτοὺς ἀναιροῦντες οὐδὲν πλέον ἀνύσουσιν ἢ πῦρ ἑαυτοῖς μεῖζον ἐξάπτουσιν. ἀντὶ δὲ τοῦ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος· ἀπεσβέσθησαν ὡς πῦρ ἀκανθῶν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
