Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλεʹ Εὐχαριστία λελυτρωμένων
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-19
Not analysed yet
Tῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, τὸν Σηών, βασιλέα τῶν Ἀμορραίων καὶ τὸν Ὤγ, βασιλέα τῆς Βασάν, καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραήλ, δούλῳ αὐτοῦ. Ταῦτα μὲν πάλαι ἐπὶ τοῦ προτέρου λαοῦ πέπρακται. εἰ δὲ θέλεις τὴν τοῦ θεοῦ παραδοξοποιὸν δύναμιν εἰσέτι καὶ νῦν ἐνεργοῦσαν θεάσασθαι, μετάβα τῇ διανοίᾳ καὶ ἐπὶ τὸν ἐξ ἐθνῶν λαόν καὶ εἴσῃ, τίνα τρόπον ἀπὸ πικρᾶς δουλείας οὐκ Αἰγυπτίων, ἀλλὰ δαιμόνων πονηρῶν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὸν Χριστὸν πεπιστευκότας ἠλευθέρωσεν ἐξήγαγέ τε ἀπὸ σκότους καὶ μετεστήσατο εἰς τὸ φῶς ἀνελὼν καὶ καθελὼν τοὺς πρὶν αὐτῶν καταδυναστεύοντας ἀοράτους βασιλεῖς καὶ δυνάμεις πονηράς.