# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-26

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.5-26

Οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος. χρηστὸς κύριος τοῖς σύμπασιν, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Διὰ τούτων διδάσκει τοῦ θεοῦ τὰς ἀρετάς, ὅσαι εἰς ἡμᾶς διήκουσιν, ἀφ’ ὧν αὐτὸν καὶ γνωρίζομεν· τὰς γὰρ ὑπὲρ ἡμᾶς ἀθεωρήτους ἡμῖν οὔσας καὶ ἀκαταλήπτους οὐχ οἷόν τέ ἐστι θνητῇ φύσει περιλαβεῖν. αἱ δὲ εἰς ἡμᾶς φθάνουσαι τοῦ θεοῦ ἀρεταί, ἀφ’ ὧν αὐτὸν γινώσκομεν, αἱ φωναί εἰσιν αὗται· οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, καὶ τὰ ἀκόλουθα· μὴ γὰρ ὄντας ἡμᾶς μηδὲ ὑφεστῶτας παρήγαγεν εἰς φῶς, εἶτα πολλὰ δρῶντας κακὰ καὶ καταφρονητικῶς ἔχοντας αὐτοῦ οὐ μετέρχεται κατ’ ἀξίαν, ἔμπαλιν δ’ ἐλεεῖ. ἀλλὰ καὶ μακροθυμεῖ προσκαλούμενος ἡμᾶς εἰς μετάνοιαν διὰ τὸ μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὐ μόνον δὲ περὶ τοὺς οἰκείους τοιοῦτός ἐστιν, ἀλλὰ καὶ περὶ πάντας ἁπαξαπλῶς, ἐπεὶ καὶ χρηστός ἐστι τοῖς σύμπασι καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα εἰσὶν αὐτοῦ.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
