# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-27

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμεʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.5-27

Κύριος λύει πεπεδημένους, κύριος ἀνορθοῖ κατερραγμένους, κύριος σοφοῖ τυφλούς. Πεπεδημένους λύει ἄφεσιν ἁμαρτιῶν διδοὺς τοῖς ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις. ἕοικε δὲ διὰ τούτων αἰνίττεσθαι τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τοῦ κυρίου τὴν εἰς ἀνθρώπους παρουσίαν τήν τε δι’ αὐτῆς ἅπασι γενησομένην θεραπείαν. τοῦτο δέ μοι νοεῖν ἐπῆλθεν εἰς μνήμην ἀναλαβόντι τὴν Ἡσαΐου περὶ τοῦ σωτῆρος ἡμῶν πρόρρησιν, δι’ ἧς φησίν· ἰδού, τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους · οὕτω γὰρ καὶ ἐνταῦθα ὁ κύριος λύειν πεπεδημένους εἴρηται καὶ τὸ κύριος σοφοῖ τυφλούς. Θαυμάσαι δ’ ἔστιν, ὅπως καὶ τοῖς τὰ σώματα πηροῖς πλεῖόν τι συνέσεως πάρεστι τοῦ θεοῦ σοφίσαντος αὐτοὺς ἀντὶ τῆς τῶν ὀφθαλμῶν στερήσεως. ἀληθῶς δὲ ἦσαν τυφλοὶ πάντες οἱ πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας πολύθεον πλάνην τυφλώττοντες. τίνες δὲ οἱ κατερραγμένοι ἢ οἱ τὰς βάσεις τῆς ψυχῆς παρεμποδισμένοι ὡς μὴ τὴν εὐθείαν ὁδὸν βαδίζειν τὴν ἐπὶ θεὸν ἄγουσαν. Τήρει δέ, ὡς οὐδὲν περὶ τοῦ Ἰσραὴλ ὁ λόγος ἐνταῦθά φησιν, ἀλλὰ καθολικῶς ἀποφαίνεται περὶ πάντων προφητικῶς, οἶμαι, θεσπίζων ταῦτα περὶ τῆς ἐξ ἐθνῶν κλήσεως.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
