# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5-5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.5-5

Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ. καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. Ταῦτα μὲν ὁ πρὸ τούτου διείληφε ψαλμός. ἐπετέμνετο δ’ ὁ αὐτὸς καὶ τὰς ἐπὶ τῆς ἐρήμου παραδοξοποιίας μηδὲν κατηγορήσας τοῦ λαοῦ. ὁ δὲ παρὼν ἐπαναλαμβάνει τὴν διήγησιν καὶ πάσας τοῦ λαοῦ τὰς δυσσεβείας διέξεισιν. ἐστὶ δὲ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορικός· πρῶτον μὲν γάρ φησιν ἐν Αἰγύπτῳ· σὺ μὲν ὡς θεὸς τοὺς Αἰγυπτίους ἐκόλαζες, τούτους δὲ παραδόξως μέσους τῶν Αἰγυπτίων οἰκοῦντας ἀνεπαισθήτους ἐποίεις τῶν κολαστηρίων. οἱ δὲ οὐ συνῆκαν τὰ θαυμάσιά σου . καὶ σὺ μὲν ἠλέεις κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου . οἱ δὲ παρεπίκραναν καίπερ κάτωθεν ὡς ἀπὸ βάθους τῆς Αἰγύπτου δυνάμει θεοῦ ἀνιόντες καὶ τὴν Ἐρυθρὰν Θάλασσαν διαπερῶντες. τότε γοῦν παρεπίκραναν προσελθόντες Μωυσῇ καὶ φήσαντες· ὄφελον μὲν ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ ἢ ἐπὶ τῆς ἐρήμου ταύτης , καί· παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς; καὶ ὅσον μὲν ἐπ’ αὐτοῖς πικρὸν αὐτοῖς ἀντὶ χρηστοῦ τὸν θεὸν κατεστήσαντο, ὁ δὲ ἀγαθὸς θεὸς πλουτῶν ἐλέῳ καὶ φιλανθρωπίᾳ πάλιν ἔσωζεν αὐτοὺς οὐκ ὀφείλοντας σωθῆναι, πλὴν ἔσωζεν αὐτοὺς τοῦ ὀνόματος αὐτοῦ ἕνεκεν, ὅπως μὴ εἴπωσιν οἱ ἀσεβεῖς· ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; καὶ ὑπὲρ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ παρεῖχεν αὐτοῖς καὶ τότε τὴν σωτηρίαν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
