Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρνʹ Παρακέλευσις ὕμνου καθολική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5.1
Not analysed yet
Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. Προσήκει δὲ τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ μὲν πρῶτος τῆς ὅλης βίβλου ψαλμὸς ὄλεθρον ἀσεβῶν ἐθέσπιζενἐμακάριζέ τε ἕνα τινὰ καὶ ὡς ἂν σπάνιον τὸν δυνησόμενον τὸν ἀσεβῶν βίον διαφυγεῖν, ὁ δέ γε πάντων τελευταῖος πᾶσαν πνοὴν προσάγει τῇ ὑμνολογίᾳ τοῦ θεοῦ. Πλὴν εἰ καὶ πᾶσαν πνοὴν ὁ παρὼν λόγος ἐπὶ τὴν ὑμνολογίαν ἀνακαλεῖ, ἀλλ’ ἐπεὶ μὴ τρόπος εἷς τῶν πάντων μηδὲ ταὐτὴ ἡ διάθεσις, κατ’ ἀναλογίαν ἑκάστῳ ὄργανόν τι πρὸς τὸν ὕμνον ἐπιτήδειον ἀφορίζει· ὁ μὲν γάρ τις ἐπαναβεβηκὼς τῇ ἀρετῇ κρειττόνως ὑπὲρ πάντας τὸν αἶνον ἀποδίδωσιν ἐν ἤχῳ σάλπιγγος ,ἐπειδὴ πάντων ὀργάνων μεγαλοφωνοτέρα ἡ σάλπιγξ, καὶ μείζονος καὶ κραταιοτέρας δυνάμεως δεῖ τοῖς αὐτῇ χρωμένοις. τοιοῦτοι ἦσαν οἱ ἱεροὶ τοῦ σωτῆρος ἀπόστολοι, ὧν δὴ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν τῷ μεγαλοφώνῳ τοῦ εὐαγγελικοῦ κηρύγματος χρησαμένων, ὡς πᾶσαν ἀκοὴν ἀνθρώπων πληρωθῆναι τῆς φωνῆς αὐτῶν. Ἐπειδὴ μὴ πάντες οἷοί τε εἰσὶ κατὰ τοὺς ἀποστόλους ἐν ἤχῳ σάλπιγγος αἰνεῖν τὸν θεόν, ὑποκαταβαίνει ὁ λόγος καὶ παρακελεύεται ἑτέροις μὲν ἐν ψαλτηρίῳ ,ἑτέροις δὲ ἐν κιθάρᾳ καὶ πάλιν ἄλλοις ἐν τυμπάνοις αἰνεῖν αὐτόν ,τοῖς μὲν δι’ ἔργων καὶ διὰ τῶν τοῦ σώματος πράξεων, τοῖς δὲ δι’ αὐτῆς τῆς ψυχικῆς κινήσεως εὐρύθμως καὶ ἐναρμονίως κατ’ ἀρετὴν κινουμένης, τοῖς δὲ διὰ τοῦ πνεύματος τοῦ κατοικοῦντος ἐν τῇ ψυχῇ. οἶδε γοῦν τὴν διαφορὰν ταύτην καὶ ὁ θεῖος ἀπόστολος, ἐπὰν λέγῃ· προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ . Τριῶν δὲ ὄντων τῶν ἐν ἡμῖν, ψυχῆς καὶ σώματος καὶ πνεύματος, τρία καὶ νῦν ὁ λόγος κατονομάζει· ψαλτήριον καὶ κιθάραν καὶ τύμπανον . τύμπανον μὲν ἐπὶ τοῦ σώματος, κιθάραν δὲ ἐπὶ τῆς ψυχῆς, ψαλτήριον δὲ ἐπὶ τοῦ νοὸς τοῦ ἐν ἡμῖν λαβὼν καὶ εἰς ἓν ταῦτα συνάγων ὥσπερ ἐν χορῷ τὸν θεὸν αἰνεῖν ἡμᾶς παρακελεύεται λέγων ἐν τυμπάνῳ καὶ χορῷ μεταβαίνει τε ἐφ’ ἕτερα τάγματα κατώτερα καὶ ὑποβεβηκότα τὴν τῶν προειρημένων ἀρετήν· οἱ γὰρ τούτοις μηδέπω χρήσασθαι τοῖς ὀργάνοις δυνάμενοι ἐμμελείαν ἀφεῖλον χορδαῖς καὶ διὰ τούτων αἰνεῖν. νοήσεις δὲ τὸ ὄργανον τῶν χορδῶν ἐπιστήσας, ὡς τὸ μὲν ψαλτήριον καὶ ἡ κιθάρα τέλειά τινα ἦν ἐκ πολλῶν καὶ διαφόρων κατεσκευασμένα, ἄλλα δέ τινά ἐστιν οἱονεὶ δίχορδα, οἷς εἰώθασιν ἐμμελετᾶν οἱ μηδέπω τοῖς τελειοτέροις χρῆσθαι δυνάμενοι. Καὶ ἕτεροι πάλιν κυμβάλοις χρῆσθαι ἀλαλαγμοῦ προστάττονται ὑποβεβηκότες μὲν οὗτοι δ’ ἂν εἶεν οἱ ἄλογοι ἐν τῇ πίστει προσιόντες καὶ μὴ τρανοῦντες τὴν τῶν δογμάτων ἐπίγνωσιν, ἀλλὰ σεμνὸν μὲν καὶ ἐπιεικῆ ἐν πράξεσιν ἀγαθαῖς μετερχόμενοι βίον, οὐ μὴν μετὰ λόγου οὐδὲ μετὰ γνώσεως καὶ ἐπιστήμης. Σφόδρα δὲ καταλλήλως τῇ περιγραφῇ τῆς τῶν ψαλμῶν βίβλου ἐπισφράγισμα τοῖς ὅλοις ἐπιθεὶς ὁ λόγος πᾶσαν πνοὴν ἐπὶ τὸν αἶνον τοῦ θεοῦ ἀνεκαλέσατο ὥσπερ ἐν μεγάλῳ σώματι κεφαλὴν ὁμοῦ τοῖς ποσὶ καὶ τὰ λοιπὰ τοῦ παντὸς μέρη ὑφ’ ἓν συνάπτων καὶ μίαν ἁρμονίαν ἐξ ἁπάντων ἐπιτελῶν. οὕτω γὰρ ἂν εἴη τὸ πάντων τέλος, λέγω δὲ τὸ τὴν διεστραμμένην καὶ εἰς ἐναντίους ἀλλήλοις τρόπους ἐκπεσοῦσαν πνοὴν παύσασθαι μέν ποτε τῆς ἐναντιότητος, ὑφ’ ἕνα δὲ ζυγὸν ἐπανελθεῖν καὶ χορὸν ἕνα τῶν κατὰ θεὸν σῳζομένων συστήσασθαι, ὅπως ἡ πᾶσα πνοὴ εἰς ἓν συναχθεῖσα, εἰ καὶ μὴ διὰ τῶν αὐτῶν ὀργάνων, πλὴν εἰς ἓν τέλος ἐπὶ τὸν θεὸν ἀφορῶσα τὸν αἶνον αὐτῷ ἀναπέμψειεν. ὥσπερ οὖν ἐν χορῷ κατὰ τὸ αὐτὸ μίαν φωνὴν ἐκ διαφόρων ἡλικιῶν κεκραμένην ἀναπέμπουσι παῖδες ὁμοῦ καὶ γέροντες, ἄνδρες τε καὶ γυναῖκες καὶ πᾶσα διάφορος ἡλικία, εἶθ’ ὁ μὲν βαρείᾳ κέχρηται τῇ φωνῇ, ὁ δὲ ὀξυτέρᾳ καὶ πάλιν ἄλλος λεπτοτέρᾳ καὶ γεγωνοτέρᾳ, ὅμως δ’ ἐξ ἁπάντων μία φωνὴ ἡδεῖα ἀναμὶξ κραθεῖσα ἀναπέμπεται οὐκ ἔτι τοῦ λεπτοφώνου διελεγχομένου οὐδὲ τοῦ βαρυφώνου οὐδὲ διαγινωσκομένης ἰδίως καὶ ἀφορισμένης τῆς ἑκάστου φωνῆς, ἀλλ’ ἀθρόως ὁμοῦ τῆς πάντων ἠχούσης, τὸν αὐτὸν τρόπον, ἐπειδὰν πᾶσα ἡ τῶν σῳζομένων πνοὴ συναφθεῖσα καὶ μία γενομένη ἕνα τὸν ὕμνον ἀθρόως ἀναπέμποιτο, ἐξ ἁπάντων τούτων ὁ ὕμνος ἀθρόως ἀναπεμφθεὶς τὴν πανυστάτην καὶ παντέλειον ἀποδίδωσι τῷ πάντων θεῷ μελῳδίαν.