# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.5

Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. Τὰς πολυάνδρους χώρας φεύγων καὶ τὸν πολὺν ὄχλον ἐρημίαν καὶ μόνωσιν μετήρχετο ὁ κατὰ θεὸν πτωχὸς διδάσκων καὶ ἡμᾶς, ὅπως δεῖ τὰς πρὸς τὸν θεὸν εὐχὰς ποιεῖσθαι μετὰ σχολαζούσης καὶ γαλήνου διανοίας. δοκεῖ δέ μοι τὸ βούλημα ἄλλως διὰ τούτων τῆς προσευχῆς ἐμφαίνειν καὶ τὴν πᾶσαν ὑπόθεσιν τοῦ λόγου· σημαίνει γὰρ παντὸς μὲν τοῦ λαοῦ ἀπώλειαν, ἑαυτοῦ δὲ μόνωσιν καὶ ἐρημίαν τοῦ προτέρου λαοῦ σημαίνειν καὶ τῆς Ἱερουσαλὴμ τὴν καταστροφήν. προϊὼν γοῦν ἑξῆς ἐπιλέγει· σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός, ὅτι ηὐδόκησαν οἱ δοῦλοι σου τοὺς λίθους αὐτῆς καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν. καὶ πάλιν· ὅτι οἰκοδομήσει κύριος τὴν Σιών. συνορᾷς γοῦν καὶ αὐτὸς ὡς ἐπὶ τῇ καταστροφῇ τῆς Σιὼν ταῦτα προφητικῶς λέγεσθαι. μήποτ’ οὖν τὸ ὡμοιώθην πελεκᾶνι ἐρημικῷ παρίστησι τὴν ἐρημίαν ὁμοῦ τοῦ τε ἔθνους καὶ τοῦ τόπου, καθ’ ἣν μόνος εὕρηται εἷς που καὶ δεύτερος ἢ καὶ βραχεῖς τινές, ὧν ἐκ προσώπου λέγεται τὰ προκείμενα. εἶεν δ’ ἂν οὗτοι ὁ προφητικὸς χορὸς τὴν ἀπόπτωσιν τοῦ προτέρου λαοῦ καὶ τὴν ἀποβολὴν ἀποκλαιόμενος. τῆς γοῦν Ἱερουσαλὴμ εἰς ἔσχατα ἐρημίας περιτραπείσης εἰκότως Ἱερεμίας ἢ Βαροὺχ ἢ ἕτερός τις τῶν τότε ἀπολειφθέντων εἶπεν ἂν τὸ ὡμοιώθην πελεκᾶνι ἐρημικῷ καὶ τὰ λοιπὰ τὰ προκείμενα. ἀλλὰ καὶ τοῦ φωτὸς τοῦ πάλαι καταυγάζοντος τὸν πάντα λαὸν ἀποσβεσθέντος ἀκολούθως οἷα ἐν σκότῳ καὶ νυκτὶ τυγχάνων ἐπιλέγει· ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. εἰ δὲ καὶ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς οἱ τοῦ θεοῦ ἄνθρωποι ἀνεχώρουν τὸν βίον τῶν ἀσεβῶν ἐκκλίνοντες, δικαιότατα ἂν ἔφασαν καὶ τὸ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
