# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-18

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλεʹ Εὐχαριστία λελυτρωμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.6-18

Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως ἐπεδείκνυτο Ἰσραὴλ οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ’ ὁ τοιόσδε τῆς θεοσεβείας τρόπος· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ κατὰ τὸν ἀπόστολον, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας· οὐ γράμματι, ἀλλὰ πνεύματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ θεοῦ . καὶ ἡμᾶς δ’ οὖν τοὺς ἐξ ἐθνῶν, ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ καὶ ὁ ἀληθινὸς Ἰσραήλ, ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους· οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες τοὺς σωματικοὺς ἐξέφυγον τυράννους, ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους πεπτώκασιν ἐν τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. ἡμᾶς δὲ ἀληθῶς ἐλυτρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αἰγυπτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τεταπεινωμένοι. Τοσοῦτο δ’ ἐστὶ τὸ ἔλεος τοῦ θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἁπαξαπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι καὶ οὐ λογικῶν μόνων, ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζῴοις ἑκάστῳ τε γένει τὰ πρόσφορα καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δωρεῖσθαι, ὡς καὶ ἐκ τούτου συνίστασθαι τὴν μέχρι τῶν ἐσχάτων καὶ ἕως τῶν ἐν κόσμῳ μερῶν μικροτάτων διήκουσαν τοῦ θεοῦ πρόνοιαν. ἥτις ἐπὶ τοσοῦτον διαρκεῖ, ὡς ἐκτείνεσθαι ἀπὸ τῶν κατ’ οὐρανὸν θαυμάτων ἐπὶ τὰ κατὰ γῆν καὶ τῶν ἐπὶ γῆς μέχρι τῶν μικροτάτων ζῴων ἐντεῦθεν τε πάλιν εἰς οὐρανὸν διήκειν. διόπερ ὁ λόγος μετὰ τὸ φάναι ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν αὖθις λέγων· ἐξομολογεῖσθε τῷ θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
