# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-19

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρληʹ Ἔντευξις δικαίου σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.6-19

Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ, ὅτι ἐρεῖς εἰς διαλογισμόν. λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου. Ὁ εἰπὼν ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός , εἰκότως τοὺς ἐχθροὺς τοῦ θεοῦ παραιτεῖται καὶ ἀπελαύνει ἑαυτοῦ. ἀλλὰ καὶ μνημονεύσας, ὅτι ἔσται τις καιρός, ἐν ὧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένηται μηδ’ ἐκ τοῦ πλησιάζειν μετασχῇ τῆς παρ’ αὐτῶν βλάβης. τίνες δέ εἰσιν οἱ τῶν αἱμάτων, οὓς ἐλαύνει ἀφ’ ἑαυτοῦ; οὐ μόνον οἱ αἰσθητῶν φόνων ἔνοχοι, ἀλλὰ καὶ οἱ ψυχὴν σκανδαλίζοντες λόγοις ἀπατηλοῖς, ὡς ἐκχεῖν αὐτοῖς τὸ ζωτικὸν τυγχάνον αἷμα νοητόν. σὺν τούτοις ταττέσθωσαν καὶ οἱ ἀπατεῶνες δαίμονες καὶ ὁ διάβολος αὐτός. Καὶ τοῦτ’ εἰπὼν ἐπιτιμητικῶς τρέπει πρὸς τὸν θεὸν τὸν λόγον τὸν περὶ αὐτῶν φάσκων· ἐπεὶ ἔριδας σπουδάζουσιν ἔχειν ἐν διαλογισμῷ ἐριστικῶς πάντας τοὺς λόγους ποιεῖν διαλογιζόμενοι, λήψονται εἰς ματαιότητα τὰς γραφὰς πόλεις σου χρηματιζούσας· εἴρηται γὰρ περὶ αὐτῶν ὑπὸ Ἰησοῦ πρὸς τοὺς μαθητάς· ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς ἑτέραν· λέγω γὰρ ὑμῖν· οὐ μὴ συντελέσητε πάσας τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔλθῃ . ἃ γὰρ ἐν τούτοις πνευματικῶς νοεῖται, ἔστι τοιαῦτα, ὦ ἡμέτεροι μαθηταί· εἴποτε ἐριστικοὶ καὶ σοφισταί τινες διώκοιεν ὑμᾶς συναρπάζοντες καὶ συλλογιζόμενοι ἔν τινι τῶν γραφῶν πόλει, τουτέστι ῥητῷ, φεύγετε τῇ νοήσει εἰς τὴν ἑτέραν, ἵν’ ἀμφοτέρων τῶν λέξεων συγκρινομένων ἀναφανῇ τὸ ζητούμενον ἀληθές· φημὶ γὰρ ἐγώ, ὅτι οὐ μὴ συντελέσητε πάσας τὰς γραφὰς πόλεις τοῦ Ἰσραὴλ οὔσας, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔλθη ἐλλάμπων τὴν ἀλήθειαν ἐν τῇ νοήσει ὑμῶν. ταύτας οὖν τὰς ἑρμηνευομένας θεοῦ πόλεις ματαίως λαμβάνουσιν οἱ ἑτερόδοξοι, οὐχ ὡς δεῖ, ἀλλ’ ὡς βούλονται, χρώμενοι αὐταῖς.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
