# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6-23

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.6-23

Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Τὰς ἐπαναστάσεις τῶν ἀσεβῶν καὶ τοὺς πειρασμοὺς ὕδατα ἐκάλεσεν, ὡς καὶ ἀλλαχοῦ φησιν· ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς , καὶ πάλιν· σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου . ἀκολούθως δὲ μετὰ τὴν κατάβασιν τοῦ θεοῦ λόγου τὴν ἐπιβουλὴν τῶν ἀσεβῶν τὴν κατ’ αὐτοῦ τῷ πνεύματι θεασάμενος τὰ προκείμενα θεσπίζει. Τέκνα δὲ ἀλλότρια, ὧν ἐκ χειρὸς ῥυσθῆναι εὔχεται, εἴη ἂν ὁ ἐκ περιτομῆς λαός, περὶ οὗ φησιν Ὠσηέ· καὶ τέκνα πολλὰ ἀλλότρια ἐγεννήθη αὐτοῖς , καὶ ἐν ψαλμοῖς· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν . Τούτων δὲ τὸ στόμα ἐλάλησε ματαιότητας ἤτοι τὰς κατὰ τοῦ σωτῆρος φωνὰς ἢ τὰς ματαίας αὐτῶν καὶ μυθικὰς διδασκαλίας, περὶ ὧν εἴρηται· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων . τούτων δὲ καὶ αἱ νομιζόμεναι δεξιαὶ πράξεις ἀδικίας πλήρεις εἰσίν, ἀλλὰ τοιοῦτοι οἱ τοῦ θεοῦ υἱοί, ὧν τὸ στόμα λαλεῖ σοφίαν , καὶ ἡ δεξιὰ αὐτῶν δικαιοσύνης ἐστὶ δεξιά .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
