# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6a

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.6a

Ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. δόξαν τῆς βασιλείας σου ἐροῦσιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἐπειδὴ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ , ἀκολούθως λέλεκται· ἐξομολογησάσθωσάν σοι πάντα τὰ ἔργα σου· προσοφείλεται γὰρ αὐτῷ, ὡς καὶ αὐτὰ τὰ νομιζόμενα εἶναι ἄψυχα φωνὴν ἀφιέντα μονονουχὶ εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι τῷ ποιήσαντι αὐτά· μετέχει γὰρ τῆς αὐτοῦ σοφίας ἕκαστον αὐτοῦ τῶν ἔργων ποικίλως κατεσκευασμένον καί πανσόφως μετέχον τῆς δημιουργικῆς δυνάμεως. Ἀφωρισμένως δὲ καὶ ἐξαιρέτως οἱ ὅσιοι αὐτοῦ τὸ μεῖζον τῆς ἐξομολογήσεως ἀποδιδόασιν· δι’ ὧν γὰρ φρονοῦσι καὶ πράττουσιν, τὴν βασιλείαν αὐτοῦ ἐροῦσιν ἐμφανίζοντες πραγματικῶς ὡς αὐτῷ στρατευσάμενοι δόξαν εἶναι τῆς βασιλείας αὐτοῦ. λαλήσουσι δὲ καὶ τὴν συμφυῆ δυναστείαν τῇ βασιλείᾳ, ὡς ἕκαστα τῶν κτισμάτων τεταγμένως αὐτῷ ὑποτέτακται. Ὄντες δὲ φιλάνθρωποι οἱ τῆς πρὸς σὲ καὶ παρὰ σοῦ ὁσιότητος μεταποιούμενοι, ἀφθόνως ὧν ἔσχον ἀγαθῶν μεταδιδόασι τοῖς τῶν ἀνθρώπων υἱοῖς διδασκαλικῶς· μόνων γὰρ τῶν τὴν ἀνθρωπίνην ζωὴν ὑπεραναβεβηκότων διδάσκαλος καὶ καθηγητὴς ὁ Χριστός· τῶν ἔτι τυγχανόντων υἱῶν ἀνθρώπων διδασκάλων γινομένων ὑπὸ τῶν ὑπὸ Χριστοῦ πεπαιδευμένων. Παῦλος γοῦν ὁ μὴ παρὰ ἀνθρώπων ἢ δι’ ἀνθρώπων, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ παραλαβὼν καὶ διδαχθεὶς τὸ εὐαγγέλιον, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. ἀμέλει γοῦν καὶ αὐτὸς ὁ σωτὴρ ἐκπέμπει τοὺς ἀποστόλους ἐπὶ τῷ μαθητεῦσαι πάντα τὰ ἔθνη πρότερον παιδεύσας αὐτοὺς μὴ καλεῖν διδάσκαλον ἐπὶ τῆς γῆς. ἃ τοίνυν παρ’ αὐτοῦ μανθάνουσιν οἱ ὅσιοι, γνωρίζουσι τοῖς τῶν ἀνθρώπων υἱοῖς.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
