Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμδʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.6b
Not analysed yet
Εἰγοῦν τις ἐνατενίσειε τῇ τῶν στοιχείων πάντων φύσει κατανοήσειέ τε τὴν γῆν καὶ τὰ ἐν αὐτῇ ζῶα καὶ τὰ ἐξ αὐτῆς βλαστῶντα φυτὰ καὶ γενήματα, οὐ μὴν ἀλλὰ καὶ τὴν ὑγρὰν οὐσίαν καὶ τῶν ἐν αὐτῇ ζῴων τὴν σύστασιν τῶν τε λοιπῶν μερῶν τοῦ κόσμου τὴν κατασκευὴν καὶ τὰς ἐφ’ ἑκάστῳ δυνάμεις, εἴσεται ὅπως πάντα τὰ καθόλου καὶ τὰ κατὰ μέρος προσοφείλει τῷ θεῷ τὴν κατάλληλον εὐχαριστίαν.