# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-16

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρληʹ Ἔντευξις δικαίου σὺν θεολογίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.7-16

Δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου καὶ ἰδέ, εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. Εἰπὼν ἐν ἀρχῇ· κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με , νῦν ὡς μήπω δοκιμασθεὶς καὶ γνωσθείς φησιν· δοκίμασόν με, κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. καὶ τότε μὲν εἴρηται· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες , ἄρτι δέ· ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου. μήποτ’ οὖν οὐκ ἐναντία λέγει· τότε γὰρ ἁπλῶς δεδοκιμᾶσθαι καὶ ἐγνῶσθαι εἶπεν, νῦν δὲ εὔχεται δοκιμασθῆναι, ὅπως γνωσθῇ ἡ καρδία αὐτοῦ· μεῖζον γὰρ τὸ καθαρὸν καὶ εὐθὲς τῇ καρδίᾳ τοῦ ἁπλῶς καθαρὸν καὶ εὐθῆ ὑπάρχειν. καὶ ὑπεραίρει τοῦ ἁπλῶς δοκιμασθέντα γνωσθῆναι τὸ δοκιμασθῆναι ἐπὶ τῷ γνωσθῆναι τὴν καρδίαν αὐτοῦ. ἀλλὰ καὶ τοῦ ἁπλῶς προοραθῆναι τὰς ὁδοὺς αὐτοῦ μεῖζον τὸ γνωσθῆναι τὰς τρίβους ἐτασθέντος αὐτοῦ. Διὸ καὶ ἐπήγαγε· καὶ ἴδε, εἰ εἶδες ἀνομίαν ἐν ἐμοί, τουτέστιν ἐν ἕξει καὶ διαθέσει μου. φέρεται καὶ οὕτως· καὶ ἴδε, εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, τουτέστι κατανόησον, εἰ ὥδευσέ ποτε ἐν τῇ ψυχῇ μου ἀνομία ὡς ἴχνη τῆς ὁδοῦ αὐτῆς μεῖναι παρ’ ἐμοί. ὅμως δὲ εἰ καὶ τοσαύτη ἐκ σοῦ καὶ διὰ σὲ κατώρθωταί μοι ἀναμαρτησία, ἀλλ’ οὖν σὺ ὁδήγεσόν με ἐν ὁδῷ αἰωνίᾳ ἐπὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἀγούσῃ.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
