Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-20
Not analysed yet
Ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι. Ἔδει καὶ τὴν καινὴν διαθήκην ἐν τοῖς περὶ τῆς καθόδου τοῦ θεοῦ λόγου προφητευομένοις μνημονευθῆναι. διὸ δηλοῦται αὕτη διὰ τῆς καινῆς ᾠδῆς . ἐν δὲ τῷ λέγειν καινήν, πεπαλαίωκε τὴν πρώτην ,ὥς φησιν ὁ ἀπόστολος. περὶ ταύτης λέλεκται τῆς ᾠδῆς· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. Ἀλλὰ καὶ ψαλῷ σοι, φησίν, ἐν ψαλτηρίῳ δεκαχόρδῳ τὸν πρακτικὸν αἰνιττόμενος βίον διὰ ψυχῆς καὶ σώματος ἐνεργούμενον πέντε μὲν ὄντων σαρκὸς αἰσθητηρίων, πέντε δὲ τῶν τῆς ψυχῆς δυνάμεων, δι’ ὧν τὰ αἰσθητήρια τοῦ σώματος κινεῖται.