# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7a

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.7a

Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ, ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν. καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν. ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρίαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. ἐν ταύταις δὲ ἦμεν πάλαι πρότερον διὰ τὸ παραπικραίνειν τὸν θεὸν καὶ τὴν βουλὴν τοῦ ὑψίστου παροξύνειν · δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν , ἡμεῖς οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν . ἀλλὰ καὶ ὅτε ἐσέβομεν καὶ ἐλατρεύομεν τῇ κτίσει παρὰ τὸν κτίσαντα , παροξύνοντες καὶ παραπικραίνοντες ἦμεν αὐτόν. διὸ ἐν σκότῳ καὶ σκιᾷ θανάτου ἐν πτωχείᾳ τε καὶ σιδήρῳ ἦμεν πεπεδημένοι, ἥ τε καρδία ἡμῶν ἐν κόποις τοῖς τῆς ἁμαρτίας τεταπείνωτο, ὡς ἀσθενεῖν τὴν ψυχὴν καὶ παρεῖσθαι τὴν ἔμφυτον καὶ λογικὴν ἡμῶν δύναμιν, ἥντινα οὐδεὶς πώποτε ἐξ αἰῶνος ἀνεκτήσατο. διὸ λέγεται· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν· ἐτηρεῖτο γὰρ τὸ μέγα τοῦτο κατόρθωμα μόνῳ τῷ λόγῳ τοῦ θεοῦ, περὶ οὗ ἑξῆς εἴρηται· ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
