# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-11

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.8-11

Παιδεύων ἐπαίδευσέ με ὁ κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ὅτι μὴ εἰς ἄχρηστον οἱ διωγμοί, ἀλλ’ ἐπ’ ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· παιδεύων ἐπαίδευσέ με ὁ κύριος · ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. ἐπαιδεύθην δέ, ὁποία τις ἦν ἡ δεξιὰ τοῦ κυρίου ἡ τοὺς πολεμίους ταπεινώσασα, ὠφελήθην δὲ καὶ ὀφθαλμοῖς παραλαβὼν τὰ τέλη τῶν ἀσεβῶν· ἔγνων γάρ, ὅτι ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις ἢ ἀπεσβέσθησαν ὡς πῦρ ἀκανθῶν , ὡς μηκέτι με ταράττεσθαι, εἴποτε ὁρῶν ἀσεβεῖς ἐπαιρομένους καὶ τῷ λαῷ τοῦ θεοῦ ἐπανισταμένους· πεπαίδευμαι γάρ, ὁποῖον αὐτοὺς τέλος περιμένει. . Ἀλλ’ ἐπειδὴ ἐκεῖνα πάντα παρῆλθεν, ὅρα λοιπὸν τοὺς ἀξίως τοῦ θεοῦ ζήσαντας διὰ πάσης τῆς κατ’ ἀρετὴν ὁδοῦ βαδίζειν. διό φησιν· ἀνοίξατέ μοι πύλας δικαιοσύνης. εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ. τὸ μὲν οὖν γενικὸν ὄνομα πασῶν τῶν ἀρετῶν τῇ δικαιοσύνῃ προγράφεται. κατ’ εἶδος δὲ λοιπὸν διαιρῶν τις εἴποι ἀναλόγως τῷ ἀνοίξατέ μοι πύλας δικαιοσύνης ἀνοίξατέ μοι πύλας σωφροσύνης καὶ πύλας φρονήσεως καὶ τῶν λοιπῶν τῶν κατὰ θεὸν πράξεων. ἐπειδὰν δὲ διὰ πασῶν παρέλθῃ τῶν πυλῶν λοιπὸν ἐπὶ τὸ τέλος τῶν ὡς ἂν εἶποί τις ἐνδοτάτῳ ἁγίων ἐλθών, οὐκέτι πολλάς, ἀλλὰ μίαν ὄψεται πύλην τὴν αὐτοῦ τοῦ κυρίου, δι’ ἧς πάντες εἰσελεύσονται δίκαιοι. εἴποι δ’ ἄν τις ταύτην τὴν ὑστάτην καὶ τελευταίαν, ἧς ἐπέκεινα οὐκέτι οἷόν τε εἶναι προελθεῖν. ὑστάτη δὲ πύλη τοῦ κυρίου ἡ θεωρία ἂν εἴη αὐτοῦ κατὰ τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
