# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-13

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.8-13

η Τούτων οὕτως ἀποδεδομένων ἐπειδὴ μετὰ ταῦτα θεμελίους κατεβάλοντο τοῦ ἱεροῦ καὶ σπουδὴν μεγάλην εἰσέφερον περὶ τὴν οἰκοδομὴν αὐτοῦ τε καὶ τῆς λοιπῆς πόλεως ἤλπιζόν τε ὡς τὸ εἰκὸς τὴν οἰκοδομὴν ἐκεῖ διαρκῆ καὶ εἰς ἄπειρον συστήσασθαι μηκέθ’ ἁλωσομένην ὑπὸ πολεμίων, εἰκότως ἡ ὀγδόη ᾠδὴ τῶν ἀναβαθμῶν ἐπιστρέφει τοὺς ἐπὶ τὸ ἱερὸν ἐκεῖνο καὶ τὴν οἰκοδομὴν ἐλπίζοντας καί φησιν· ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων . προσδοκῶσί γε αὐτοῖς καὶ αἰώνιον ἔργον οἰκοδομεῖν φησιν ὁ λόγος· εἰς μάτην ἐστὶν ὑμῖν τοῦ ὀρθρίζειν. ἐγείρεσθε μετὰ τὸ καθῆσθαι . θεσπίζει δὲ ταῦτα ἀφορῶν τὰ εἰς τὴν δευτέραν ἅλωσιν καὶ τὴν ἐσχάτην πτῶσίν τε καὶ ἐρημίαν τοῦ σπουδαζομένου οἰκοδομήματος τὴν ὑπὸ Ῥωμαίων γινομένην μετὰ τὴν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀπιστίαν τε καὶ ἀσέβειαν αὐτῶν. διὸ καὶ προφητείαν ἑξῆς περὶ τῆς ἀληθοῦς τοῦ θεοῦ κληρονομίας, δηλαδὴ τῆς Χριστοῦ ἐκκλησίας, τοῖς μεγαλοφρονοῦσιν ἐπὶ τῷ τότε συντελουμένῳ οἰκοδομήματι καὶ νομίζουσι τὸν οἶκον ἐκεῖνον κλῆρον ὑπάρχειν τοῦ θεοῦ συνείρει λέγων· ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί. ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων . ταῦτα δὲ περὶ τοῦ χοροῦ τῶν ἀποστόλων προφητεύεται· αὐτοὶ γὰρ ἐξ αὐτῶν προελθόντες καὶ αὐτῶν ἐκείνων τῶν ἐκ περιτομῆς υἱοὶ γενόμενοι κληρονομία κατέστησαν κυρίου καὶ γεγόνασιν αὐτοῦ βέλη κατὰ τῶν ἀοράτων καὶ νοητῶν αὐτοῦ πολεμίων. αὐτοὶ δὲ ἦσαν καὶ οἱ λεγόμενοι υἱοὶ τῶν ἐκτετιναγμένων οὐχ ὅμοιοι μὲν γενόμενοι τοῖς πατράσιν οὐδὲ ἐκτιναγέντες αὐτοί, τῶν δὲ ἀποβλήτων ἐκείνων γενόμενοι υἱοί. διὸ λέγονται υἱοὶ τῶν ἐκτετιναγμένων. ἐπιλέγει δὲ ἔτι περὶ αὐτῶν ὁ λόγος τὸ μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν μακαρίζων τοὺς ἐκ τῆς διδασκαλίας αὐτῶν ὠφεληθησομένους καὶ ἐπισυνάπτει λέγων· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτοῦ ἐν πύλαις , σαφῶς τὸ πεπαρρησιασμένον τοῦ κηρύγματος τοῦ ἀποστολικοῦ παριστῶν, ἐπεὶ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐκήρυττον, αὐτοῖς δὴ τοῖς ἀπὸ Ἰουδαίων καὶ πᾶσι τοῖς ἀλλοφύλοις ἔθνεσι. Ταῦτα δ’ ἐπεσκιασμένως εἴρηται εἰς τὸ μὴ συνεῖναι αὐτὰ τοὺς ἐκ περιτομῆς· ἦ γὰρ οὐκέτ’ ἐχρήσαντο τῇ προφητείᾳ οὐδ’ ἂν κατεδέξαντο τὴν ᾠδήν, εἰ συνῆκαν δι’ αὐτῆς τὴν οἰκείαν ἀποβολὴν θεσπιζομένην. εἰ γὰρ αὐτοὺς ἀνῄρουν τοὺς προφήτας διὰ τοὺς κατ’ αὐτῶν ἐλέγχους καὶ τὰς κατ’ αὐτῶν προρρήσεις, τί θαυμαστὸν εἰ καὶ τὰς βίβλους ἠφάνιζον, εἴπερ σαφέστερον καὶ λευκῶς τὴν αὐτῶν ἔκπτωσιν καὶ τὴν τῶν ἀλλοφύλων ἐθνῶν κλῆσιν ἑώρων διαγορεύσασας; ἐντεῦθεν καὶ πρώτη ᾠδὴ ἀριθμοῖτο ἂν ἡ αὐτὴ ὀγδόη καὶ πάλιν πρώτη τυγχάνουσα, τῆς καινῆς διαθήκης παραστατική, τῶν ἕπτα πρὸ ταύτης ᾠδῶν τῆς ἑβδομάδος τὸ σύμβολον περιεχουσῶν καὶ τὰ περὶ τῆς ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους διδασκουσῶν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
