Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρλδʹ Διδασκαλία εἰσακτική
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-15
Not analysed yet
Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Τίς γάρ ἐστιν ὁ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἢ οὗτος αὐτὸς ὁ διακυβερνῶν τὸν σύμπαντα κόσμον; οὐ γὰρ δὴ ἡ ὑγρὰ οὐσία οὐδὲ τὰ ἄψυχα καὶ ἄλογα ὕδατα βαρείας ὄντα φύσεως καὶ κατωφεροῦς δίχα κρείττονος δυνάμεως ἑαυτὰ μετεωρίζει, ἀλλὰ λόγος ἐστὶ θεοῦ ὁ τούτοις ἐπιστατῶν καὶ καιροῖς τοῖς προσήκουσι καὶ μέτρῳ τῷ δέοντι ἀνάγων μὲν διὰ νεφελῶν τὰ ὕδατα, ἐπιχορηγῶν δὲ αὐτὰ τῇ γῇ.