# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-18

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.8-18

Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν, τῷ λυτρουμένῳ Δαυίδ, τὸν δοῦλον αὐτοῦ. Ὁ διδάξας βασιλείαν οὐρανῶν βασιλεῖς ἐργάζεται τοὺς καταξιουμένους αὐτῆς, οἷς δίδωσι τὴν παρ’ αὐτοῦ σωτηρίαν ἅτε κατορθώσασι τὸ μὴ σαλεύεσθαι ὑπὸ τῆς ἁμαρτίας. Χριστὸς δέ ἐστι καὶ ὁ ἐν Παροιμίαις λέγων· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν . ταῦτα εἰδὼς ὁ ἀπόστολος ἔγραφεν· χωρὶς ἡμῶν ἐβασιλεύσατε. καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἐπεὶ οὖν τούτοις χαρίζεται ὁ θεὸς τὴν σωτηρίαν, εἰκότως καὶ τῷ Δαυὶδ ἀγαθὰς ἐλπίδας ὑπογράφει τὸ λόγιον ὡς λυτρωθησομένῳ ἀφ’ ὧν πώποτε πέπτωκεν ἁμαρτιῶν· ἡ γὰρ κάθοδος τοῦ θεοῦ λόγου μετὰ τῶν ἄλλων καὶ τῷ Δαυὶδ εὐεργετικὴ γεγένηται ἅτε διακονησαμένῳ τῇ ἐνσάρκῳ αὐτοῦ γενέσει. ταῦτα δὲ ἀκολούθως τῷ πρὸ αὐτοῦ ψαλμῷ. ἐπεὶ οὖν ἐν ἐκείνῳ ἀπωδύρατο ὁ Δαυὶδ καὶ ἐξωμολογήσατο, ἃ πέπονθεν ὑπὸ τοῦ διαβόλου, ἐν τούτοις τὴν λύτρωσιν αὐτοῦ τὴν διὰ τοῦ Χριστοῦ γενομένην σημαίνει.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
