Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμϛʹ Ὕμνος σὺν θεολογίᾳ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8-20
Not analysed yet
Ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ. Ὁ Σύμμαχος· καταλέξατε τῷ κυρίῳ ἐξομολόγησιν, μελῳδήσατε τῷ θεῷ ἡμῶν διὰ λύρας. Ἀκύλας· καταλέξατε τῷ κυρίῳ ἐν εὐχαριστίᾳ, μελῳδήσατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ. Οἱ προστάττοντες ἑτέροις ἐξομολογεῖσθαι καὶ ψάλλειν ἕτεροι ἂν εἶεν τῶν προσταττομένων. χορὸς τοίνυν προφητικὸς διὰ τούτων καὶ ἀποστολικὸς ἐπὶ τὸν αὐτῶν θεὸν τοὺς μὴ ὄντας ἐξ αὐτῶν ἀνακαλεῖται τοὺς ἀπὸ τῶν ἐθνῶν δηλονότι λέγοντες· ψάλατε τῷ θεῷ ἡμῶν . Προστάττει δὲ ὁ λόγος διανοίᾳ μὲν καὶ λογισμοῖς ψυχῆς ἐξομολογεῖσθαι, ἔργοις δὲ τοῖς διὰ τοῦ σώματος ὥσπερ διὰ κιθάρας ἐνεργουμένοις ψάλλειν αὐτῷ. συνήθως δὲ τὸ σῶμα ψαλτήριον καὶ κιθάραν ὠνόμασεν ἅτε εὐρύθμως καὶ μεθ’ ἁρμονίας σοφῆς συγκείμενον· ἐν τούτῳ γὰρ ὁ νοῦς ἀνακρουόμενος διὰ τῶν κατ’ ἀρετὴν πράξεων τὴν ἔνθεον καὶ πνευματικὴν μελῳδίαν ἀναπέμπει τῷ θεῷ.