# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.8

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.8

Σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός. Τὰ μὲν θνητά, φησίν, καὶ ἀνθρώπινα, οἷα καὶ δεδήλωται, τυγχάνει οὐδέποτε ἐπὶ τοῖς αὐτοῖς μένοντα, ἀλλ’ ἐπαιρόμενα καὶ καταρρηγνύμενα ὑψούμενά τε καὶ ταπεινούμενα καὶ παντοίαν τροπὴν καὶ μεταβολὴν ὑπομένοντα διὰ τὴν ἐν ἀνθρώποις πολιτευομένην κακίαν. σὺ δέ, κύριε, οὐδὲν ἔχων θνητὸν οὐδὲ ἐπίκηρον εἰς τὸν αἰῶνα μένεις ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχων, ἀλλὰ καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν· ἅπαξ γὰρ τὰ ὑπὸ σοῦ λαληθέντα καὶ ἐν ἐπαγγελίαις θεσπισθέντα μένει εἰς μνημόσυνον κἂν μὴ τῇ παρούσῃ γενεᾷ, ἀλλ’ εἰς ἑτέραν γενεάν, περὶ ἧς εἴρηται· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη · καὶ ἐν τῷ μετὰ χεῖρας γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν · δεῖ γὰρ ἐξάπαντος πληρωθῆναί σου τῶν ἐπαγγελιῶν τὸ μνημόσυνον. διὸ θαρρῶν προφητεύω, ὅτι πάντως ἔσται τῇ Σιὼν ἀνάστασις, καὶ ὅτι σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· οἰκτειρήσεις γὰρ τὰ πεπονθότα, ἐπεὶ θεὸς ὑπάρχεις ὁ οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός . ἔσται δὲ καιρός τις τούτων, ἐν ᾧ πληρωθήσεται τὰ περὶ τῆς Σιὼν ἐπηγγελμένα. τίς δὲ οὗτος ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς ὁ τῆς ἀναστάσεως, ὦ κύριε; προφητεύειν δ’ αὐτὸν οἶμαι ἐν τούτοις τοῦ θεοῦ λόγου, αὐτοῦ δὴ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν εἰς ἀνθρώπους θεοφάνειαν αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. ἔνθα δὴ γενόμενος μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε, μὴ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε δηλοῦσθαι, ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
