Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρμγʹ Εὐχαριστία νενικηκότος
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-14
Not analysed yet
Ἐκ ῥομφαίας πονηρᾶς. ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Ῥομφαία πονηρὰ ἡ γλῶττά ἐστι τῶν ἀθέων καὶ οἱ λόγοι τῶν τὰ σοφίσματα κατὰ τοῦ θεοῦ μελετώντων εἰς τὸ φονεύεν ψυχάς, χεὶρ δὲ υἱῶν ἀλλοτρίων ἡ πρᾶξις καὶ ὁ βίος τῶν ἀλλοτρίων τῆς θεοσεβείας, ὧν ἐν μύθων ἀναπλάσμασι καὶ ταῖς περὶ εἰδώλων πλάναις τὸ στόμα λαλεῖ ματαιότητας . Τούτων δὲ καὶ ἡ δεξιά, τουτέστιν ἡ πρακτικωτέρα δύναμις, περὶ πλεονεξίας καὶ ἁρπαγὰς ἀσχολεῖται. τοιοῦτοι δ’ ἂν εἶεν καὶ οἱ ἐκ τοῦ προτέρου λαοῦ, καθὰ εἴρηται. ἀπὸ τούτων οὖν ἐπὶ τοῦ παρόντος ἤδη δεύτερον ὁ Δαυὶδ ῥυσθῆναι εὔχεται, ἵνα μὴ ἁλῷ τοῖς ὁμοίοις ἀμαρτήμασιν.