# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-2

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρβʹ Διδασκαλία εὐχαριστίας. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.9-2

Εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀνωτέρω μὲν τὸ θεῖον πνεῦμα τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐκάλει ἐπὶ τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν τοῦ θεοῦ φάσκον· εὐλόγει ἡ ψυχή μου τὸν κύριον . νῦν δ’ ἐπειδὴ τοῦ θρόνου τοῦ θεοῦ ἐμνημόνευσε καὶ τῶν οὐρανίων διατριβῶν, ἃς τοῖς ἀξίοις ὁ θεὸς ἡτοίμασε , σφόδρα ἀκολούθως ταῖς οὐρανίαις δυνάμεσι συγχαίρειν τῇ τῆς ψυχῆς σωτηρίᾳ παρακελεύεται κατὰ τὸν σωτηρίον λόγον φήσαντα· χαρὰν ἔσεσθαι ἐν τῷ οὐρανῷ ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι . ἀλλὰ καὶ εἰς ἓν τέλος ἄγει τὴν τοῦ ἀνθρώπου ψυχὴν καὶ τὰς οὐρανίους δυνάμεις· τὸ γὰρ αὐτὸ τῆς εὐλογίας ἔργον καὶ ταύτῃ κἀκείναις ἐπιτάττει. ἀλλὰ καὶ ἀναβλέπειν τὴν ψυχὴν παρορμᾷ μετὰ τὰ πρῶτα ἀκολούθως διδάσκων αὐτήν, πόσαι δυνάμεις ἤδη θείων ἀγγέλων καὶ πνευμάτων ἁγίων εὐλογοῦσι τὸν θεόν, τὸν οὐρανίον οἰκοῦσι χῶρον. διὸ δὴ παιδεύων μὴ ἀγνοεῖν τὰς οὐρανίους δυνάμεις, ζηλοῦν δὲ αὐτὰς καὶ μιμεῖσθαι τὸν θεὸν εὐλογούσας φησίν· εὐλογεῖτε τὸν κύριον, οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ. τὰ μὲν κατὰ σέ, φησίν, ὦ ψυχή, ἐξασθενεῖ πρὸς τὸ κατ’ ἀξίαν ὑμνεῖν τὸν θεόν, ἐκ μέρους δ’ ὅμως τοῦτο ποιεῖτω. ἴσθι δέ, ὅτι οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ὄντες καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες ἄξιοί τε ὄντες ἀκούειν αὐτοῦ τῆς φωνῆς καὶ τῶν αὐτοῦ λόγων πρεπόντως καὶ κατ’ ἀξίαν εὐλογοῦσιν αὐτόν. εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶεν τινὲς ἰσάγγελον βίον μετερχόμενοι, ἅτε τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες, ἰσχύοντές τε καὶ αὐτοὶ ποιεῖν τὸν λόγον καὶ δυνατοὶ τῆς φωνῆς αὐτοῦ ἐπακούειν κατὰ τὸν φήσαντα· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με , καὶ οὗτοι ἰσάγγελοι ὄντες εὐλογείτωσαν αὐτόν. μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ προπετέστερον τολμάτω τοῦτο ποιεῖν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
