# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-4

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρεʹ Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.9-4

Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ καὶ προσεκύνησαν τῷ γλυπτῷ. καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον. ἐπελάθοντο τοῦ θεοῦ τοῦ σῴζοντος αὐτούς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμαστὰ ἐν γῇ Χάμ, φοβερὰ ἐπὶ Θαλάσσης Ἐρυθρᾶς. Οἶμαι τὸν λόγον τούτων ἁπάντων μνημονεύειν εἰς τὸ παραστῆσαι ὡς τὸ τῶν Ἰουδαίων ἔθνος ἁμαρτάνον πρότερον μυρία μακροθύμως ἔφερεν ἡ τοῦ θεοῦ πρόνοια οὐ πρότερόν τε κατελείφθησαν ἔρημοι καὶ ἀνεπίσκοποι τοῦ θεοῦ ἢ τὴν ὑστάτην καὶ φοβερὰν ἀσέβειαν δρᾶσαι τολμῆσαι κατὰ τοῦ χριστοῦ αὐτοῦ, ἵνα, εἴ τις ἐγκαλοῖ ὁρῶν τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀποβολὴν καὶ τὴν εἰς ἅπαντα τὰ ἔθνη διασποράν, μάθοι, ὅτι δι’ ὑπερβάλλον πλῆθος ἀσεβείας πεπόνθασιν ἃ πεπόνθασιν· οὐ γὰρ πρότερον οὐδὲ δεύτερον οὐδὲ τρίτον, μυριοστὸν δὲ αὐτοὺς ἁμαρτάνοντας καὶ πειράζοντας καὶ παραπικραίνοντας καὶ διαφόρως ἀσεβοῦντας ἔφερεν ἡ τοῦ θεοῦ μακροθυμία, ἕως ὅτε τὸ μέγιστον καὶ πάντων ἀσεβέστατον ἔργον τετολμήκασι, καὶ τὴν αὐτοῖς πρώτοις δοθεῖσαν χάριν τοῦ θεοῦ παραιτησάμενοι. καὶ αὐτὸς γοῦν ὁ κύριος τῆς ἐσχάτης αὐτῶν ἀποπτώσεως τὴν αἰτίαν διδάσκων φησί· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος . μὴ ἀρκεσθέντες τοίνυν τοῖς προτέροις κακοῖς, ἐμοσχοποίησαν, φησίν, ἐν τῇ ἐρήμῳ καὶ τὴν δόξαν αὐτῶν, ἥτις ἦν ὁ θεός, ἠλλάξαντο ἐν ὁμοιώματι μόσχου. τὸ σεβάσμιον οὖν ὄνομα περιθέντες ζῴου ἀλόγου εἰκόνι ἐπελάθοντο τοῦ θεοῦ τοῦ σῴζοντος αὐτοὺς καὶ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χάμ.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
