# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-5

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρϛʹ Προφητεία κλήσεως ἐθνῶν καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου ἐπιλάμψεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.9-5

Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὅτι συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν. ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Καὶ νῦν δεύτερον τὰ αὐτὰ λέγεται ἐπὶ ταῖς δευτέραις εὐεργεσίαις αὐτοῦ. ἡγοῦμαι δὲ διὰ τούτων τὴν μέχρι τοῦ θανάτου κατάπτωσιν τῶν ἀνθρωπίνων ψυχῶν δηλοῦσθαι, δι’ ἃς καὶ μέχρι θανάτου ἐδέησε τῷ λυτρωτῇ πάντων καὶ σωτῆρι κατελθεῖν. ἔνθα γενόμενος μόνος τῶν πώποτε ὁ Χριστὸς τοῦ θεοῦ τὰς ἐξ αἰῶνος σιδηροδέτους πύλας καὶ τὰς μηδενὶ θνητῷ διανοιχθείσας καὶ διὰ τοῦτο χαλκᾶς λεγομένας συνέτριψε καὶ τοὺς τούτων ἀρρήκτους δεσμοὺς συνέκλασεν . δηλοῖ δὲ τοῦτο καὶ ἐν τῷ Ἰὼβ αὐτὸς ὁ κύριος λέγων· ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης; ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι πύλαι θανάτου; πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν; ἀλλὰ καὶ τὰς ἡμετέρας ἀνομίας, δι’ ἃς καὶ ἡμεῖς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἐφθάκαμεν, μόνος ἀφεῖλεν ὁ τοῦ θεοῦ υἱός. καὶ πᾶν δὲ βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν διὰ καχεξίαν ἀποστρεφομένων πᾶσαν λογικὴν καὶ ψυχῶν σωτήριον τροφήν. διὸ εἰκότως ἀποσταλεὶς ὁ τοῦ θεοῦ λόγος, θεός, μονογενὴς τοῦ θεοῦ υἱὸς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἔφθασε, σαρκωθεὶς καὶ ἐνανθρωπήσας, χεῖρα σωτηρίας ὀρέξας καὶ τοῖς μέχρι τούτου καταπεπτωκόσι καὶ πρὸς αὐτὸν ἀναβοήσασιν.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
