Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9-8
Not analysed yet
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου ὁ δι’ ἡμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, ἀλλ’ οὐχ ἁπλῶς ἀποδεδοκιμασμένος, ἀλλ’ ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, μετὰ δὲ τὴν ἐκείνων ἀποβολὴν ἑτέρας γωνίας κεφαλὴ γεγονώς . Ὁ δὲ Σύμμαχος, λίθος, φησίν, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, ἐγένετο ἀκρογωνιαῖος ἀναπέμπων ἡμᾶς ἐπὶ τὴν Ἡσαΐου προφητείαν τὴν περὶ τοῦ Χριστοῦ σαφῶς διαγορεύουσαν ἐν τῷ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον. καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. κἀκεῖ γὰρ ὁ προφήτης περὶ τοῦ Χριστοῦ θεσπίσας ἀκρογωνιαῖον αὐτὸν ὠνόμασε καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομάς. ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ θεοῦ υἱὸς ὅπως ἂν ᾖ τὴν κατὰ θεὸν οἰκοδομὴν συνδέων καὶ τὰς δύο γωνίας τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς καὶ τῆς νέας τῆς ἐξ ἐθνῶν ὑπὸ μίαν συνάπτων γωνίαν. τοῦτον μὲν οὖν τὸν λίθον οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες γραμματεῖς καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς ἐξ αὐτῶν ἀπέβαλον καὶ ἀπεδοκίμασαν. ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς ἐξ ἐθνῶν ἐκκλησίας. Καὶ γέγονε παρὰ κυρίου δῶρον αὕτη μέγιστον κεχαρισμένον. διὸ εἴρηται· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ αὕτη ἐστὶ θαυμαστὴ ἐν ὀφθαλμοῖς ὑμῶν. ὁ δὲ Σύμμαχος ,παρὰ κυρίου, φησίν, ἐγένετο τοῦτο, καὶ αὐτὸ παράδοξον ἐφάνη ὑμῖν . παράδοξον γὰρ ἀληθῶς καὶ ἐπέκεινα παντὸς θαύματος ἦν, ὃ μηδεὶς μηδέπω ποτὲ ἤλπισεν, τὸν τοῦ θεοῦ υἱὸν ἀποβληθῆναι μὲν ὑπὸ τῶν ἀρχόντων τοῦ προτέρου λαοῦ καὶ ὑπὸ τῶν παρ’ αὐτοῖς οἰκοδομῶν ἀποδοκιμασθῆναι, ἀρχηγὸν δὲ γενέσθαι καὶ κεφαλὴν τῶν ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τῶν πάλαι μὲν πλάναις δαιμονικαῖς ᾠκειωμένων. διό φασιν οἱ ἐν τῷ ψαλμῷ δηλούμενοι· καὶ αὕτη ἐστὶ θαυμαστὴ ἐν ὀφθαλμοῖς ὑμῶν ,δηλαδὴ ἡ προλεχθεῖσα γωνία.