# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9.1

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ργʹ Διδασκαλία ἐξομολογήσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.9.1

Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς. ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Τὰ δόξαντα ἐν τοῖς ἄνω παραλελεῖφθαι, ὅτε τὰ κατ’ οὐρανὸν καὶ τὰ περὶ νεφῶν καὶ ἀνέμων ἐλέγετο, νῦν ὁ λόγος ἐπαναλαμβάνει οὐκ ἀσκόπως, οἶμαι, μετὰ τοσαῦτα μεταξὺ λελεγμένα μνημονεύσας αὐτῶν, ὑπὲρ δὲ τοῦ διδάξαι, ὅτι καὶ ταῦτα χρείας ἕνεκεν ὑπέστη· τάχα γὰρ εἰ πρῶτον αὐτῶν ἐμνημόνευσεν, ἀφορμή τις κατελείπετο τοῖς ὡς θεῖα δεῖν αὐτὰ σέβειν ἡγουμένοις καὶ ὡς αἴτια τῆς τῶν ἐπὶ γῆς ζῴων τε καὶ καρπῶν συστάσεως. τοῦτο γοῦν οἱ τῆς εὐσεβείας ἀλλότριοι νομίσαντες ὡρμήθησαν σέβειν ὡς θεοὺς ἥλιον καὶ σελήνην, ὡς ἂν τῆς ἡμετέρας γενέσεώς τε καὶ τροφῆς καὶ αὐξήσεως αἰτίους. ἀλλ’ οὐκ εἰκῇ ὁ θεῖος λόγος τοῦτο παρίστησιν, ἀλλ’ ὅτι καὶ τούτων ἐκτὸς ἡ καθ’ ὅλου πρόνοια τοῦ θεοῦ οὐ μόνον τὰ κατ’ οὐρανόν, ἀλλὰ καὶ τὰ ἐπὶ γῆς συνεστήσατο ζῷα τε καὶ φυτά. τοῦτο δὲ καὶ Μωυσῆς διδάξαι βουληθεὶς πρῶτον εἰσήγαγε τὴν τῶν ἀπὸ γῆς φυτῶν γένεσιν, εἶθ’ οὕτως τὴν τῶν φωστήρων σύστασιν. Οὕτω δ’ οὖν καὶ ἐν τοῖς μετὰ χεῖρας ὁ λόγος φησίν· ἐποίησε σελήνην, οὐκ εἰς ἄλλο τι, ἀλλ’ ἢ εἰς καιρούς, εἰς τὸ γινώσκειν διὰ τῶν ἐν αὐτῇ γινομένων τροπῶν τὰς τῶν καιρῶν μεταβολὰς καὶ εἰς τὸ μῆνας ἀριθμεῖν καὶ ἐνιαυτούς. ἀλλὰ καὶ ὁ ἥλιος, φησίν, ἔγνω τὴν δύσιν αὐτοῦ, τουτέστι τὴν ὑπὸ τοῦ κρείττονος αὐτῷ διατεταγμένην· οὐ μόνον γὰρ φωτίζειν ἔμαθεν ὁ ἥλιος οὐδ’ ἀεὶ καὶ διαπαντός, τῆς δὲ ἡμέρας ἄρχειν, ἀλλὰ καὶ ἐν νυκτὶ τοῖς ἐν ταύτῃ φαίνουσιν ἄστροις παραχωρεῖν τὸν οἰκεῖον ἀποτελεῖν δρόμον, ὅπως νυκτὸς γενομένης καὶ ἐπιπολάσαντος τοῦ σκότους τῇ γῇ ὑποσταλῆναι μὲν καὶ ἀναχωρῆσαι τὰ ἥμερα τῶν ζῴων, ὅσα δέ ἐστιν ἄγρια θηρία, ταῦτα προέλθοι ἐπὶ τὴν οἰκείαν τροφὴν ἐν οἰκείῳ καὶ ἁρμόζοντι αὐτοῖς χρόνῳ, τῷ τῆς νυκτὸς διαστήματι. διὸ ἵνα μὴ παρενοχλοῖεν τοῖς ἡμερωτάτοις, μεθόριον αὐτοῖς πῆξας ὁ δημιουργὸς τοῦ σκότους καὶ τῆς νυκτὸς ἀπένειμε τοὺς καιρούς, καθ’ οὓς προιόντα τῶν οἰκείων καταδύσεων, ἔνθα δι’ ἡμέρας φωλεύοντα κρυπτάζεται, διέρχεται ὠρυόμενα καὶ ζητοῦντα παρὰ τοῦ θεοῦ βρῶσιν, ὅτι μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ὥσπερ τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων . θεοῦ δὲ ἦν ἄρα καὶ τοῦτο προνοίας τὸ μὴ ἐν ἡμέρᾳ καὶ ταῦτα προϊέναι· οὐ γὰρ ἂν ὑπέστη τὸ ἡμέτερον γένος οὐδ’ ἂν τοσοῦτον ἄνθρωπος διήρκεσε πρὸς ἄμυναν τῶν λυμαντικῶν θηρίων, εἰ μὴ ὁ τῶν ἁπάντων κηδεμὼν τῆς τῶν πάντων διαμονῆς τε καὶ ζωῆς πρόνοιαν εἰσφέρων τὰ μὲν ἐλαύνεσθαι ὑπὸ τῶν τοῦ ἡλίου μαρμαρυγῶν καὶ ὥσπερ ἐχθρὸν φεύγειν τὸ φῶς ᾠκονομήσατο, τὰ δὲ τοῦ φωτὸς συγγενῆ ἐν ἡμέρᾳ προϊέναι καὶ τὸν βίον αὐτῶν καὶ τὴν ζωὴν ἐν φωτὶ διάγειν συνεχώρησεν, τῶν μὲν εἰς τὰς μάνδρας αὐτῶν κοιταζομένων, τοῦ δὲ λογικοῦ ζῴου ἐν ἡμέρᾳ καὶ φωτὶ προϊόντος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
