# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.9

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.9

Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν. Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς εἴρηταί που ἐν προφητείαις. ἀλλὰ καὶ ὁ Πέτρος· ὑμεῖς δὲ πάντες λίθοι ζῶντες, φησίν, οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον . τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας τοῦ θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυίας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν τῷ τε αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν ἕνα οἶκον ἀπεργάζονται τῷ θεῷ. τούτους δὴ οὖν τοὺς λίθους ηὐδόκησαν οἱ δοῦλοί σου, δηλαδὴ οἱ προφῆται· οἵδε γὰρ θείῳ πνεύματι προορῶντες τὴν μέλλουσαν οἰκοδομεῖσθαι καθ’ ὅλης τῆς οἰκουμένης νέαν Σιὼν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συναχθησομένους εἰς τὴν οἰκοδομὴν λίθους ηὐδόκησαν ἀρεσθέντες αὐτοῖς. ἀλλὰ καὶ τὸν χοῦν αὐτῆς ᾠκτείρησαν , ὅτι μηδὲ οὗτος ἀπόβλητος ἦν, ἀλλὰ καὶ αὐτὸς οἴκτου καὶ ἐλέου ἄξιος. εἴποις δ’ ἂν χοῦν εἶναι τῆς νενοημένης ἡμῖν Σιὼν ἤτοι τοὺς χοϊκώτερον μὲν βιοῦντας, τοῖς δὲ λίθοις τῆς οἰκοδομῆς συναριθμουμένους, ὅθεν καὶ οἴκτου τυγχάνειν ἄξιοι, ἢ τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους εἰσέτι καὶ νῦν χοϊκώτερον θεοσεβεῖν προσποιουμένους, οὓς λείψανα τῆς τοῦ προτέρου λαοῦ πτώσεως καὶ διὰ τοῦτο χοῦν ὀνομαζομένους οἴκτου καὶ ἐλέου ἀξίους εἶναι φησίν. διὸ οἱ δοῦλοι τοῦ θεοῦ τούτους μὲν οἰκτειρήσειν προφητεύονται, τοὺς δὲ λίθους τῆς νέας οἰκοδομῆς εὐδοκιμήσειν .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
