# Commentarius in Isaiam 1.1

Eusebius, Commentarius in Isaiam, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarius-in-isaiam/1.1

Τὸ πνεῦμα τῷ προφήτῃ ἐδείκνυ ποτὲ μὲν σαφῶς τὰ δηλούμενα ὡς μὴ δεῖσθαι τρόπων ἀλληγορίας ἐν τῇ τῶν φωνῶν ἑρμηνείᾳ, μόναις δὲ αὐταῖς κεχρῆσθαι ψιλαῖς ταῖς λέξεσιν, ποτὲ δὲ διὰ συμβόλων ἑτέρων πραγμάτων, ἐμφαντικοῖς ῥήμασί τε καὶ ὀνόμασιν ἑτέραν ὑποβαλλόντων διάνοιαν, ὥσπερ καὶ ἐπὶ τῶν ὀνείρων τοῦ Ἰωσὴφ προσκυνεῖν ἐδόκουν ἀστέρες τὸν ἀριθμὸν ἕνδεκα, ὧδέ πη τῶν ἀδελφῶν αὐτοῦ δηλουμένων, ἄλλοτε δὲ στάχυς ἀναλέγοντας τοὺς ἀδελφοὺς ἑώρα τῆς σιτοδείας ὧδέ πως ᾐνιγμένης. οὕτως καὶ τῷ παρόντι προφήτῃ τὰ πλεῖστα τῶν θεσπιζομένων διὰ συμβόλων ἑωρᾶτο, πλεῖστα δὲ καὶ συμπεπλεγμένως εἴρηται κατὰ τὸ αὐτὸ τῶν μὲν πρὸς λέξιν τῶν δὲ πρὸς διάνοιαν ὑφασμένων, ὁποῖα καὶ ἐν ταῖς τοῦ σωτῆρος εὑρίσκεται διδασκαλίαις, δι’ ὧν ἀναγέγραπται εἰπεῖν· οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη· τούτων γὰρ τὸ μὲν ῥητόν ἐστι, τὸ δὲ διανοίᾳ καὶ ἄλλα ἂν εὕροις μυρία ὥσπερ οὖν καὶ τῷ μετὰ χεῖρας προφήτῃ παρ’ ᾧ ῥήματα μὲν αὐτολεξεὶ νοούμενα εὕροις ἂν τοιαῦτα· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων καὶ τὰ ἑξῆς, πρὸς δὲ μόνην διάνοιαν ταῦτα· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι καὶ τὰ ἑξῆς.

---

Eusebius Caesariensis, Commentarius in Isaiam, ed. Joseph Ziegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg019.local001/.
