Ancient Greek · ~6 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.11
Not analysed yet
Ἀνίατόν τινα καὶ ἀθεράπευτον ἐπιμέμφεται αὐτοῖς νόσον· πᾶσαν γὰρ κεφαλήν φησιν εἰς πόνον καὶ πᾶσαν καρδίαν εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. εἶτα καὶ ἀπογινώσκει αὐτῶν ὁ λόγος τὴν θεραπείαν λέγων· οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἅπερ εἰ μετὰ τοὺς χρόνους τοὺς περὶ τὴν σωτήριον παρουσίαν ἐκλαμβάνοιτο χώραν ἔχει, ἐπειδὴ τότε ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. εἰ δὲ ἐπὶ τοὺς ἀνωτέρω χρόνους οὐκ ἂν ἀληθεύοιτο, διὰ τὸ κατὰ χρόνους καὶ καθ’ ἑκάστην γενεὰν ἐπ’ αὐτῆς τε τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας γεγονέναι τινὰς παρ’ αὐτοῖς θεοφιλεῖς ἄνδρας, ὥστε εὐλόγως ἡμᾶς τὰ προκείμενα ἐπὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν ἐκλαβεῖν, καθ’ ἣν διὰ τὸ μὴ συνιέναι ἐπιδημήσαντα αὐτοῖς τὸν Χριστὸν τοῦ θεοῦ, πολιορκηθέντες ὑπὸ Ῥωμαίων οὐκέτι ἦραν κεφαλήν. ἀπηλλοτριώθησαν γοῦν εἰς τὰ ὀπίσω καὶ πᾶσα αὐτῶν κεφαλή, ἀρχοντικὴ δηλαδὴ ἐξουσία, ταπεινωθεῖσα γέγονεν εἰς πόνον, πᾶσά τε καρδία εἰς λύπην, ὡς ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ μικροῦ δηλαδὴ καὶ ἕως μείζονος, μὴ εἶναι ἐν αὐτοῖς ὁλοκληρίαν, μηδέ τι φάρμακον αὐτοῖς ἐπινοεῖς σωτήριον. πῶς γὰρ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ σωτηρίας ποιητικὸν εὑρᾶσθαι φάρμακον ἀρνησαμένους τὸν κύριον, μηδὲ ἐπεγνωκότας αὐτὸν μηδὲ συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον. ἀντὶ δὲ τοῦ· οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία οὔτε τραῦμα οὔτε μώλωψ καὶ τῶν ἑξῆς ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὐ σφιγγομένη οὐδ’ ἐπιδεσμουμένη οὐδ’ ἁπαλυνομένη ἐλαίῳ.