Ancient Greek · ~6 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.13
Not analysed yet
Ἐπεὶ αὐτοὶ πρότεροι ἐγκατέλιπον τὸν κύριον καὶ παρώργισαν τὸν ἅγιον τοῦ Ἰσραήλ, εἰκότως ἐγκαταλειφθήσεσθαι λέγονται. τὸ δέ· ὡς σκηνὴ ἐν ἀμπελῶνι καταλείπεσθαι, σημαίνει τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται, ἀμπελὼν τὸν φρουροῦντα κέκτηται, ὃς σκηνὴν πηξάμενος ἄνωθεν ἀφ’ ὑψηλοῦ ἀφορᾷ καὶ φυλάττει τὸν ἀμπελῶνα. εἰ δ’ ὁ τούτου καρπὸς ἀφανισθῇ, τηνικαῦτα ὁ φύλαξ ὡς ἂν μὴ εἰς μάταιον κάμνοι, τὴν σκηνὴν ἔρημον καταλιπὼν ἀναχωρεῖ τῆς φυλακῆς. τοῦτο δὴ οὖν αὐτὸ γενήσεσθαι περὶ τὸν νεὼν τὸ θεῖον πνεῦμα θεσπίζει· τοῦ γάρ τοι παντὸς ἔθνους δίκην ἀμπελῶνος συνεστῶτος, ὥσπερ τις σκηνὴν μέση τοῦ παντὸς ὁ ἐν τῇ Ἰερουσαλὴμ νεὼς ἵδρυτο, ἔνθεν τε ὡς ἀπὸ σκοπῆς ὁ φρουρὸς τὸν ἀμπελῶνα ἐπεσκόπει, ἐπεὶ δὲ ἀντὶ σταφυλῆς ἐποίησεν ἀκάνθας, ἀκόλουθον καὶ τὴν πόλιν καὶ τὸν νεὼν ἐγκαταλειφθήσεσθαι θεσπίζει. ὡς σκηνὴ ἐν ἀμπελῶνι, ἀλλὰ καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ φησὶ διὰ τὸ οὐχ ὅπως τὰς κατ’ ἀρετὴν πράξεις ὀνομαζομένας σταφυλὴν τὴν ὡς καρποῖς τιμιωτέραν μὴ φέρειν, ἀλλὰ μηδὲ τὴν καλουμένην ὀπώραν. τοιαύτη δέ τις ἦν ἡ πρόσκαιρος καὶ σωματικὴ κατὰ τὸν Μωσέως νόμον λατρεία ὡραία τις οὖσα τῇ ὄψει καὶ εὐθαλής, πλὴν ἀλλὰ πρόσκαιρος. διὸ καὶ ὁ τόπος, ἐν ᾧ τὰ τῆς ὀπώρας ἤκμαζεν, ὀπωροφυλάκιον ὠνόμαστο, ὃ δὴ καὶ αὐτὸ ἐγκαταλειφθήσεσθαι λέγεται. καταλιπόντος δὲ τὴν ἑαυτοῦ σκηνὴν καὶ τὸ ὀπωροφυλάκιον τοῦ δεσπότου καὶ φύλακος ἀκολούθως καὶ ἡ πᾶσα πόλις πεπολιορκημένη γέγονεν τῇ τε ἐρημίᾳ τοῦ τόπου καὶ τοῦ ἔθνους.