Ancient Greek · ~11 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.21
Not analysed yet
Τὸ κύριος σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος στρατιῶν. ἀναφέρεται δ’ ὁ λόγος ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ μονογενῆ λόγον, ὃς ἐπὶ τοῦ παρόντος διὰ τὰς τῶν κατηγορηθέντων φονευτῶν πράξεις τὰ προκείμενα ἀπειλεῖ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραὴλ λέγων. τίνες δὲ ἦσαν οὗτοι, παρίστησι φάσκον τὸ Εὐαγγέλιον· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί· πρὸς γὰρ τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς τοῦ ἔθνους ταῦτ’ ἐλέγετο ὡς αἰτίους τῆς τῶν ὑπηκόων διαστροφῆς. οὐαὶ δὲ αὐτοῖς ἔσεσθαί φησιν ὁ δεσπότης κύριος σαβαώθ, ἐπεὶ ὁ θυμὸς αὐτοῦ τε τῆς τιμωρητικῆς καὶ κολαστικῆς δυνάμεως οὕτως δηλουμένης οὐ παύσεταί φησιν οὐδὲ ἀνήσει, ἕως οὗ μετέλθῃ αὐτούς. Φιλάνθρωπος δὲ ὢν ὁ λόγος καὶ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν ἐπαγγέλλεται τρόπον θεραπείας προσοίσειν τοῖς μὴ τοῦ θυμοῦ δεηθεῖσιν. τίς δὲ ἦν οὗτος, ἀλλ’ ἢ ἡ αὐτοῦ χείρ, ἣν σωτήριον ὑπάρχουσαν καὶ ἰατικὴν ἑτέραν οὖσαν παρὰ τὸν θυμὸν αὐτοῦ ἐπάξειν φησὶ καὶ πυρώσειν ἐπὶ τῷ καθάραι καὶ διακρίναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου· ὥσπερ γὰρ οἱ καθαίροντες διὰ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσιν, καὶ οἱ τοὺς βότρυας τῆς ἀμπέλου πιέζοντες ἐν ταῖς ληνοῖς τὸ γιγαρτῶδες καὶ τὰ περιττὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσιν, τὸν αὐτὸν τρόπον κἀγώ φησι πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. καὶ κατὰ τὸν Ἀκύλαν ὁμοίως εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν στέμφυλά σου. τίς δὲ ἦν ἡ σκωρία καὶ τί τὸ ἐν αὐτοῖς γιγαρτῶδες, διασαφεῖ λευκώτερον ἐπιφέρων· καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους. ἐπειδὰν δὲ τὴν ἐμαυτοῦ χεῖρα ἐπάγων ἀφορίσω τὴν σκωρίαν σου καὶ τὸ γιγαρτῶδές σου τὸ τηνικαῦτά φησιν τοὺς περιλειφθέντας ἀπὸ τῶν προλεχθέντων ὥσπερ χρυσὸν πυρὶ δεδοκιμασμένους, ἐπιστήσω κριτὰς καὶ συμβούλους τοιούτους ἐσομένους ὁποῖοι ἦσαν οἱ κατὰ τοὺς παλαιοὺς γενόμενοι χρόνους, δι’ οὓς καὶ ἡ πόλις ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης. ἐπαγγέλλεται δὲ γενήσεσθαι τὸ εὑρεθησόμενον ἐν αὐταῖς λεῖμμα κατ’ ἐκλογὴν χάριτος, δι’ ὧν κἀνταῦθα πάλιν τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς σημαίνει τῇ μετὰ ταῦτα συστησομένῃ καινῇ πόλει, ἥν τινα καὶ ὄνομα πόλιν δικαιοσύνης ὀνομάζει καὶ μητρόπολιν πιστὴν Σιών, οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. ὃ πάλαι μὲν συνεστὸς παρὰ Ἰουδαίοις διεπεπτώκει, νυνὶ δὲ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐγήγερται τεθεμελιωμένον ἐπὶ τὴν πέτραν. ταύτης δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες κριταὶ καὶ σύμβουλοι ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν εἰλήφασιν, ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν ὥσπερ ἐκ σπέρματος ἀγαθῶν φύντες διαλάμπουσι πρόεδροι τῆς τοῦ θεοῦ ἐκκλησίας καθεστῶτες.