Ancient Greek · ~4 min
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.23
Not analysed yet
Τίνες δὲ ἦσαν οἱ ἐγκαταλιπόντες τὸν κύριον, ἐδίδαξεν ὁ λόγος διὰ τῶν ἔμπροσθεν εἰπών· οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ . τούτοις οὖν αὐτοῖς ὁ λόγος συντέλειαν ἀπειλεῖ καὶ παντελῆ ἐρημίαν καὶ συντριβήν, ὅτε καὶ εἰς συναίσθησιν ἐλθόντες αἰσχυνθήσονται, ἐφ’ οἷς οἱ πατέρες αὐτῶν πάλαι πρότερον ἠσέβουν εἰδωλολατροῦντες. αἰσχυνθέντες δὲ παύσονται τῆς ὁμοίας ἐκείνοις πλάνης, διὸ ἐπιλέγεται· ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν. ἡ δὲ ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνη ἐκ συναισθήσεως αὐτοῖς ἐγγενομένη τῆς ἀναισχύντου καὶ ἀναιδοῦς προαιρέσεως μεταβολὴν αὐτοῖς ἤμελλεν ἐμποιήσειν. καί ἐστιν ἔργῳ παραλαβεῖν τοῦ θεσπίσματος τὸ ἀποτέλεσμα· οὐκέτι γοῦν τὸ Ἰουδαίων ἔθνος εἰδωλολατρεῖ ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλ’ ᾐσχύνθη ἀληθῶς, ὁρῶντες τοὺς ἐκ πατέρων δαίμονας, λέγω δὲ τοὺς ἐξ ἐθνῶν διὰ τῆς Χριστοῦ διδασκαλίας ἐπὶ τὸν τῆς εὐσεβείας λόγον μεταβεβλημένους. οὐκοῦν πεπλήρωται ἡ πρόρρησις φήσασα· διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις, ἃ ἐπεθύμησαν· ἐπὶ γὰρ τῶν κήπων τὸ πλεῖστον τὰ τῆς εἰδωλολατρίας οἱ πατέρες αὐτῶν συνετέλουν.