Ancient Greek
Book 1
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 1.3
Not analysed yet
Τὴν πᾶσαν ὑπόθεσιν κατὰ τοῦ Ἰουδαίων ἔθνους εἶναι διδάσκει· οὐ γὰρ μόνον ἐπὶ τοῦ πρώτου καταλεχθέντος βασιλέως, ἀλλὰ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου καὶ τοῦ τετάρτου. καὶ εὕροις αὐτὸν ἐφ’ ἑκάστῃ βασιλείᾳ τῶν προλεχθέντων ἐλέγχους τοῦ Ἰουδαίων ἔθνους καὶ προρρήσεις κατ’ αὐτῶν ποιούμενον μέχρις αὐτοῦ τέλους τῆς βασιλείας, ἤτοι τοῦ Ἰουδαίων ἔθνους ἢ τῆς χώρας, Ἰερουσαλὴμ δὲ τῆς πόλεως. διὰ τί πρῶτον κατὰ τῆς Ἰουδαίας ἄρχεται καίτοι μέλλων λέγειν καὶ κατὰ Βαβυλῶνος καὶ Αἰγυπτίων; ἐπειδὴ ἐξ αὐτῶν ἄρχεται τῶν δοκούντων ἀνακεῖσθαι τῷ θεῷ κατὰ τὸ εἰρημένον ἀλλαχόθι· ἀπὸ τῶν ἁγίων μου ἄρξασθε καὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται.